«ΒΡΕΦΟΣ ΒΛΕΠΩ καὶ ΘΕΟΝ ΜΟΥ ΓΝΩΡΙΖΩ»

Ἀπόσπασμα Λόγου
τοῦ Ἁγ. Κυρίλλου ἀρχιεπισκόπου Ἱεροσολύμων,
Εἰς τὴν Ὑπαπαντὴν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ
καὶ εἰς τὸν Συμεῶνα…,
[PG 33, 1192]

Πάντα τὰ πέρατα τῆς γῆς δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα ἡ γῆ προσκυνησάτω, πᾶσα γλῶσσα ᾀσάτω,
πᾶσα ψαλλέτω, πᾶσα δοξολογησάτω Παιδίον Θεόν, τεσσαρακονθήμερον καὶ προαιώνιον,
Παιδίον μικρὸν καὶ Παλαιὸν τῶν ἡμερῶν,
Παιδίον θηλάζον καὶ τῶν αἰώνων Ποιητήν.
Βρέφος βλέπω καὶ Θεόν μου γνωρίζω,
Βρέφος θηλάζον καὶ τὸν κόσμον διατρέφον,
Βρέφος κλαυθμυρίζον καὶ κόσμῳ ζωὴν καὶ χαρὰν χαριζόμενον,
Βρέφος σπαργανούμενον καὶ τῶν σπαργάνων με τῆς ἁμαρτίας λυτρούμενον,
Βρέφος ἐν ἀγκάλαις Μητρὸς μετὰ σαρκὸς ἀληθῶς ἀνελλιπῶς ἐπὶ γῆς,
καὶ Αὐτὸν καὶ ἐν κόλποις τοῦ Πατρὸς ἀληθῶς καὶ ἀνελλιπῶς ἐν οὐρανοῖς.
Βρέφος βλέπω ἐκ Βηθλεὲμ εἰς Ἱερουσαλὴμ εἰσερχόμενον καὶ τῆς ἄνω Ἱερουσαλὴμ οὐδαμῶς χωριζόμενον.
Βρέφος βλέπω νομικῶς τῷ ναῷ θυσίαν προσάγων ἐπὶ γῆς, ἀλλ’ Αὐτὸ τὰς πάντων εὐσεβεῖς θυσίας δεχόμενον ἐν οὐρανοῖς,

Αὐτὸν ἐν ἀγκάλαις τοῦ πρεσβύτου οἰκονομικῶς καὶ
Αὐτὸν ἐν θρόνοις χερουβικοῖς θεοπρεπῶς,
Αὐτὸν προσφερόμενον καὶ ἁγνιζόμενον καὶ
Αὐτὸν τὰ πάντα ἁγνίζοντα καὶ καθαίροντα.
Αὐτὸς τὸ δῶρον καὶ Αὐτὸς ὁ ναὸς ὤν.
Αὐτὸς ὁ ἀρχιερεὺς καὶ Αὐτὸς τὸ θυσιαστήριον,
Αὐτὸς τὸ ἱλαστήριον καὶ Αὐτὸς ὁ πρεσβεύων.
Καὶ Aὐτὸς ὁ προσφέρων
καὶ Αὐτὸς ὁ ὑπὲρ κόσμου θυσία προσφερόμενος,
καὶ Αὐτὸς τὰ ξύλα τῆς ζωῆς καὶ τῆς γνώσεως,
Αὐτὸς ὁ ἀμνὸς καὶ Αὐτὸς τὸ πῦρ ὑπάρχων.
Αὐτὸς ἡ ὁλοκαύτωσις καὶ Αὐτὸς ἡ μάχαιρα τοῦ πνεύματος.
Αὐτὸς ὁ ποιμὴν καὶ Αὐτὸς τὸ ἀρνίον.
Αὐτὸς ὁ θύτης καὶ Αὐτὸς ὁ θυόμενος.
Αὐτὸς ὁ ἀναφερόμενος καὶ Αὐτὸς ὁ τὴν θυσίαν δεχόμενος.
Αὐτὸς ὁ νόμος καὶ Αὐτὸς ὁ νῦν ὑπὸ νόμον γινόμενος.

  1. Σχολιάστε

Σχολιάστε