ΛOΓOΣ ΠAPAINETIKOΣ Tῌ AΓIᾼ KAI MEΓAΛῌ ΠEMΠTῌ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ «μηδεὶς ἀμεταμέλητος, ἢ ἀνέτοιμος, ἢ ἀνάξιος προσελθών, μεταλάβῃ τῶν φοβερῶν καὶ ἀχράντων αὐτοῦ μυστηρίων».

ΛOΓOΣ ΠAPAINETIKOΣ Tῌ AΓIᾼ KAI MEΓAΛῌ ΠEMΠTῌ

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Ἀπὸ τὸ Μέγα Εὐχολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Ἠλ. στοιχειοθ. «ΧΡΙΣΤΙΑΝΙΚΗΣ ΒΙΒΛΙΟΓΡΑΦΙΑΣ»
(πρώτη ἀνάρτηση στὸ Διαδίκτυο)

.              Ἀγαπητοί μου ἀδελφοὶ καὶ παμπόθητοι, οἱ συναθροισθέντες ἐν ἁγίᾳ τοῦ Θεοῦ Ἑκκλησίᾳ, πρὸς τὸ λατρεῦσαι Θεῷ ζῶντι, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, καὶ τῶν ἁγίων, ἀχράντων καί ἀθανάτων, φρικτῶν μυστηρίων τοῦ Χριστοῦ, μετά φόβου μετασχεῖν, ἀκούσατε ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἀναξίου. Οὐ γὰρ ἐγώ εἰμι ὁ λαλῶν καὶ ὁ διδάσκων ἡμᾶς, ἀλλ᾽ ἡ χάρις τοῦ παναγίου καὶ ζωοποιοῦ Πνεύματος. Οὐ γὰρ ἀπ᾽ ἐμαυτοῦ λαλῶ, ἀλλ᾽ ὡς ἐδιδάχθην παρὰ τῶν θείων Κανόνων, καὶ Θεοφόρων Πατέρων, καὶ ὡς παρέλαβεν ἡ Ἐκκλησία παρὰ τῶν θεοσόφων καὶ θείων Ἀποστόλων· οὕτω δὴ αὐτός φημι ἐγώ, ὁ ταπεινὸς καὶ πάντων ἐλαχιστότερος. Τὰς πράξεις ὑμῶν οὐ γινώσκω, τὰ ἐπιτηδεύματα ἀγνοῶ· καὶ διὰ τοῦτο τῷ τοῦ Θεοῦ φόβῳ βαλλόμενος, παραγγέλλω ἑνὶ ἑκάστῳ ὑμῶν, ἀνδράσι τε καὶ γυναιξί, μικροῖς τε καὶ μεγάλοις· μηδεὶς ἐξ ὑμῶν, ἔνοχος ἁμαρτίας ὑπάρχων, ὑπὸ τῆς ἰδίας κατηγορούμενος συνειδήσεως, πρὶν μετανοῆσαι καὶ ἐξομολογήσασθαι, τολμήσῃ καταφρονητικῶς προσελθεῖν, καὶ ἅψασθαι τοῦ θείου τούτου Πυρός· ὁ γὰρ Θεὸς ἡμῶν, πῦρ καταναλίσκον ἐστί· καὶ τῶν μὲν ἐκ πίστεως καὶ φόβου προσερχομένων, ὡς Θεῷ καὶ Βασιλεῖ καὶ Κριτῇ πάντων ἡμῶν, φλογίζει καὶ κατακαίει τὰς ἁμαρτίας, τὰς δὲ ψυχὰς φωτίζει καὶ ἁγιάζει· τῶν δὲ ἀπίστων, καὶ μετὰ ἀναισχυντίας προσερχομένων, φλογίζει καὶ κατακαίει τὰς ψυχὰς καὶ τὰ σώματα. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι κοιμῶνται, τουτέστιν, ἀποθνήσκουσι πολλοὶ ἀνεξαγόρευτοι καὶ ἀμετανόητοι. Καὶ λοιπόν, ἀδελφοί μου, παρακαλῶ ὑμᾶς, καὶ λέγω· μηδεὶς ὀμνύων, ἢ ἐπίορκος, ἢ ψεύστης, ἢ κατάλαλος, ἢ πόρνος, ἢ μοιχός, ἢ ἀρσενοκοίτης, ἢ ἅρπαξ, ἢ μέθυσος, ἢ λοίδορος, ἢ μῖσος ἔχων κατὰ τοῦ ἀδελφοῦ, ἢ φόνον πεποιηκώς, ἢ μάγος, ἢ γόης, ἢ φαρμακός, ἢ ἐπαοιδός, ἢ μάντις, ἢ λῃστής, ἢ μανιχαῖος, ἀνεξαγόρευτος καὶ ἀνέτοιμος προσ­έλθῃ, τῶν φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἢ ἅψασθαι, ἢ προσ­εγγίσαι· φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· τομώτερος γάρ ἐστιν ὁ λόγος τοῦ Θεοῦ ὑπὲρ μάχαιραν δίστομον, διϊκνούμενος μέχρις ἁρμονιῶν, καὶ μυελῶν, καὶ ὀστέων, καὶ ἐννοιῶν καὶ καρδιῶν. Βλέπετε οὖν ἀδελφοί μου, μηδεὶς ἀμεταμέλητος, ἢ ἀνέτοιμος, ἢ ἀνάξιος προσελθών, μεταλάβῃ τῶν φοβερῶν καὶ ἀχράντων αὐτοῦ μυστηρίων· αὐτὸς γάρ φησιν· Ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω· καὶ οὐκ ἔστιν, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου· αὐτὸς γάρ ἐστιν ὁ Βασιλεὺς τῶν αἰώνων· αὐτῷ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Yἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Διαφημίσεις

, ,

  1. Σχολιάστε

Ἀπαντῆστε

Συμπληρῶστε κατωτέρω τὰ στοιχεῖα σας ἢ πατῆστε σὲ ἕνα εἰκονίδιο γιὰ νὰ συνδεθῆτε.

Λογότυπος τοῦ WordPress.com

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ WordPress.com. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Google. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Εἰκόνα Twitter

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Twitter. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Φωτογραφία στὸ Facebook

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Facebook. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Σύνδεση μὲ τὸ %s σὲ ἐξέλιξη...

%d ἱστολόγοι ἔχουν δηλώσει ὅτι αὐτὸ τοὺς ἀρέσει: