Ἄρθρα σημειωμένα ὡς Ἀγάπη Θεοῦ

ΒΑΦΗ ΝΟΟΣ

ΑΓΙΟΥ ΣΥΜΕΩΝ Ν. ΘΕΟΛΟΓΟΥ
ΥΜΝΟΣ ΛΘ´
Ὅτι ὁ πόθος καὶ ἡ πρὸς τὸν Θεὸν ἀγάπη
ὑπερβαίνει πάσαν ἀγάπην καὶ πάντα πόθον ἀνθρώπινον·
βαφεὶς δὲ ὁ νοῦς τῶν καθαιρομένων ἐν τῷ φωτὶ τοῦ Θεοῦ
ὅλος θεοῦται καὶ νοῦς ἐκεῖθεν χρηματίζει Χριστοῦ
Ἀμήχανον τὸ κάλλος σου, ἀσύγκριτον τὸ εἶδος
ἡ ὡραιότης ἄφατος, ὑπὲρ λόγον ἡ δόξα,
τὸ ἦθος, δέσποτα Χριστέ, τὸ ἀγαθὸν καὶ πρᾶον
τῶν γηγενῶν ὑπέρκειται τὰς ἐννοίας ἁπάντων,
καὶ διὰ τοῦτο ὁ πρὸς σὲ πόθος καὶ ἡ ἀγάπη
πᾶσαν ἀγάπην τῶν βροτῶν ὑπερνικᾷ καὶ πόθον.
Καθ’ ὅσον γὰρ ὑπέρκεισαι τῶν ὁρωμένων, σῶτερ,
κατὰ τοσοῦτον ὁ πρὸς σὲ πόθος ὑπάρχει μείζων
καὶ συγκαλύπτει ἅπασαν ἀνθρωπίνην ἀγάπην
καὶ ἔρωτας τῶν σαρκικῶν ἡδονῶν ἀποτρέπει,
ἐπιθυμίας πάσας δὲ ἀποκρούεται τάχος·
σκότος γὰρ ὄντως τῶν παθῶν ἐπιθυμίας πέλει
καὶ νὺξ βαθεῖα τῶν αἰσχρῶν ἁμαρτιῶν ἡ πρᾶξις,
φῶς δὲ ὁ ἔρως ὁ πρός σὲ καὶ ἡ ἀγάπη, σῶτερ.
Διὸ ἐξανατέλλουσα ἐν ψυχαῖς φιλοθέοις
εὐθὺς ἡμέραν ἐμποιεῖ ἀπαθείας, Θεέ μου,
ἀποδιώκουσα ποθῶν καὶ ἡδονῶν τὸ σκότος –
ὢ θαῦμα, ὢ παράδοξον ἔργον Θεοῦ ὑψίστου
καὶ μυστηρίων δύναμις τῶν κρυπτῶς τελουμένων!
Σὺ καὶ τὰ ἄφθαρτα ἡμῖν καὶ τὰ φθαρτὰ χαρίζῃ,
σὺ καὶ τὰ γήϊνα, Θεέ, σὺν τοῖς ἐπουρανίοις,
τὰ ἐνεστῶτα τε ὁμοῦ καὶ τὰ μέλλοντα, λόγε,
ὡς πάντων πάντως ποιητής, ὡς ἔχων ἐξουσίαν
τῶν οὐρανίων, δέσποτα, καὶ τῶν καταχθονίων·
καὶ πῶς ἡμεῖς οἱ ἄθλιοι ἀγαπῶμεν ἀνθρώπους
ὑπὲρ σὲ πλέον καὶ αὐτοῖς δουλούμεθα ἀθλίως,
ἵνα μικρὰ ληψόμεθα καὶ φθαρτὰ παρ’ ἐκείνων
καὶ αὐτοῖς ἐκδιδόαμεν ψυχὰς  ἡμῶν ἀθλίας
καὶ σώματα ὡς ἄτιμα σκεύη τοῦ καταχρᾶσθαι;
Καὶ μέλη ὄντες, δέσποτα, σοῦ τοῦ πάντων δεσπότου
ἁγίου, πάντως ἅγια αὐτοκρατοῦς δεσπότου,
τοῖς πονηροῖς οὐ φρίττομεν δαίμοσιν αὐθαιρέτως
ῥίπτειν αὑτοὺς εἰς ἄτιμα τῆς ἁμαρτίας ἔργα;
Τίς οὖν μὴ κλαύσῃ τῶν πιστῶν καὶ γνησίων σου δούλων,
τίς μὴ  θρηνήσῃ τῆς πολλῆς αὐθαδείας τὴν τόλμαν;
Τίς δὲ μὴ φρίξῃ τὴν πολλὴν ἀνοχήν σου, Θεέ μου
τίς μὴ τρομάσῃ κρίσεως ἀνταπόδοσιν θείας,
τὸ ἄστεκτον καὶ ἄσβεστον πῦρ, οἶμοι, τὸ τῆς γέννης,
ἔνθα κλαυθμός τε καὶ βρυγμὸς ὑπάρχει τῶν ὀδόντων
καὶ πόνος ἀπαράκλητος καὶ ἄφραστος ὀδύνη;
Ἀλλ’, ὦ ἥλιε ἡλίου καὶ σελήνης,
ἀστέρων πάντων καὶ φωτὸς καὶ παντός ἄλλου κτίστα,
τούτων ἔξω μὲ κρύψον ἐν τῷ φωτί σου,
ἵνα μόνον σὲ βλέπων ἐν τῷ φωτί σου,
κόσμον μὴ ὁρῶ μηδὲ τὰ ἐν τῷ κόσμῳ,
ἀλλὰ καὶ βλέπων ἔσομαι ὡς μὴ βλέπων
καὶ ἀκούων ὡς μὴ ἀκούων, λόγε,
καὶ καθῶσπερ πάσχουσιν οἱ ἐν τῷ σκότει
καθεζόμενοι τῶν ἡδονῶν τοῦ βίου,
– φιλοδοξίας σκότει κεκαλυμμένοι,
βλέποντες οὐ βλέπουσι δόξαν σου θείαν
καὶ ἀκούοντες οὐ συνιοῦσιν ὅλως
τὰς ἐντολάς σου καὶ τὰ προστάγματά σου–,
οὕτως κἀγὼ ἔσομαι ἐν τῷ φωτί σου
μὴ βλέπων κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ.
Τίς γὰρ ἰδών σε καὶ ἀστραφθεὶς αἰσθήσεις
ἐκ τῆς δόξης σου, ἐκ φωτός σου τοῦ θείου,
οὐκ ἠλλοιώθη νοῦν, ψυχὴν καὶ τὰς φρένας,
καὶ βλέπειν ἄλλως καὶ ἀκούειν ὡσαύτως,
σῶτερ, κατηξίωται πανεξαισίως;
Ἐμβάπτεται γὰρ ὁ νοῦς ἐν τῷ φωτί σου
καὶ λαμπρύνεται καὶ φῶς ἀποτελεῖται
ὅμοιον τῆς δόξης σου, καὶ νοῦς καλεῖται
σὸς ὁ τοιοῦτος ἀξιωθεὶς γενέσθαι,
καὶ νοῦν ἔχειν σὸν τότε καταξιοῦται
καὶ ἓν μετά σοῦ γίνεται ἀχωρίστως·
καὶ πῶς μὴ βλέπει ὥσπερ σὺ καὶ ἀκούει
πάντα ἀπαθῶς; Πῶς δὲ ἐπιθυμήσει
Θεὸς γεγονὼς αἰσθητοῦ τινος ὅλως
ῥευστοῦ καὶ φθαρτοῦ πράγματος εἴτε δόξης,
Ὁ ὑπεράνω γεγονὼς τούτων πάντων
Καὶ ὑπὲρ πᾶσαν δόξαν τὴν ὁρωμένην;
Ὑπεράνω γὰρ πάντων τῶν ὁρωμένων
ὁ γενόμενος καὶ Θεῷ πλησιάσας,
μᾶλλον δὲ Θεὸς καὶ αὐτὸς χρηματίσας,
πῶς ἐκ τῶν κάτω κειμένων δόξαν ὅλως
ἢ τρυφὴν θελήσειεν ἐπιζητῆσαι;
Ταῦτα γὰρ αὐτῷ αἰσχύνη ὄντως πέλει,
ὕβρις, ἐξουδένωσις καὶ ἀτιμία.
Δόξα δὲ αὐτῷ καὶ τρυφή τε καὶ πλοῦτος
Θεός, ἡ Τριάς, καὶ τὰ Θεοῦ καὶ θεῖα,
ᾦ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος
ἀεί τε καὶ νῦν καὶ εἰς πάντας αἰῶνας,
ἀμήν.

,

Σχολιάστε