Ἀρχεῖο κατηγορίας "ΥΜΝΟΛΟΓΙΑ"

ΑΚΟΛΟΥΘΙΑ ΑΓ. ΠΑΪΣΙΟΥ ΑΓΙΟΡΕΙΤΟΥ, ΤΟΥ ΑΡΤΙΦΑΝΩΣ ΕΝ Τῼ ΑΓΙῼ ΟΡΕΙ ΕΚΛΑΜΨΑΝΤΟΣ

Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

εἰκ. ΑΓ. ΠΑΪΣΙΟΥΑΚΟΛΟΥΘΙΑ ΑΓ. ΠΑΪΣΙΟΥ

(μιὰ εὐλαβικὴ προσφορὰ
τῆς «ΧΡΙΣΤΙΑΝΙΚΗΣ ΒΙΒΛΙΟΓΡΑΦΙΑΣ»

πρὸς φιλαγίους καὶ φιλακολούθους
Ὀρθοδόξους Χριστιανούς)

,

Σχολιάστε

ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΛΥΤΗΡΑ τῆς Ἑλληνικῆς οἰκονομικῆς ἡμῶν κρίσεως, ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, διὰ πρεσβειῶν τῆς Παναγίας Αὐτοῦ Μητρὸς

Εὐχὴ εἰς τὸν λυτῆρα τῆς Ἑλληνικῆς οἰκονομικῆς ἡμῶν κρίσεως,
Κύριον ἡμῶν Ἰησοῦν Χριστόν,
διὰ πρεσβειῶν τῆς Παναγίας Αὐτοῦ Μητρὸς

Γράφει γιὰ τὴν «ΧΡΙΣΤ. ΒΙΒΛΙΟΓΡΑΦΙΑ»
Δρ Χαραλάμπης Μ. Μπούσιας,
Μέγας Ὑμνογράφος τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

   Πανάγαθε Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ φιλάνθρωπος καὶ ἐλεήμων, ὁ ἀεὶ καὶ διὰ παντὸς κηδόμενος τῆς σωτηρίας τῶν ἀνθρώπων καὶ πρὸς τὸ συμφέρον πάντα λυσιτελῶς οἰκονομῶν καὶ προνοούμενος καὶ αὐτὸ πᾶσιν ἀπονέμων κατὰ τὸ μέγα καὶ πλούσιόν Σου ἔλεος, ὁ ἐπιτρέψας καὶ τὴν παροῦσαν οἰκονομικὴν κρίσιν καὶ δοκιμασίαν, ἐν ᾗ ἡ εὐλογημένη πατρὶς τῶν Ἑλλήνων κακῶς ὀδυνᾶται, ὁ ἐπιδημήσας ἐν χρόνῳ πρὸς ἡμᾶς, τοὺς ἀποδήμους τῆς χάριτός Σου, καὶ τῇ ἀφάτῳ Σου ἀγαθότητι σχίσας τὸ χειρόγραφον τῶν ἡμῶν ἁμαρτιῶν διὰ τοῦ ὑπερτίμου Σου αἵματος, ὁ μυστικῶς διακυβερνῶν τὰ σύμπαντα καὶ διὰ τῆς οἰκονομικῆς κρίσεως καὶ πτωχεύσεως παιδαγωγῶν ἡμᾶς, ὁ ἐν τῷ λαῷ Σου ἐναλλάσσων περιόδους παχειῶν καὶ ἰσχνῶν ἀγελάδων, διδάσκων αὐτῷ τὴν οἰκονομίαν τῶν ὑλικῶν ἀγαθῶν, τὴν ἐπιθυμίαν κτήσεως τῶν ἐν οὐρανοῖς μόνον, ἐν οἷς τὸ πολίτευμα ἡμῶν ὑπάρχει, τὴν ἀλληλεγγύην πρὸς τοὺς ἐμπεριστάτους καὶ πάσχοντας, ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους καὶ τὴν Σὴν δεικνύμενος πρὸς πάντας ἀνύστακτον μέριμναν καὶ φροντίδα, ὁ ἐκ τοῦ φλέγοντος πυρὸς τῶν δοκιμασιῶν καὶ περιστάσεων ὁδηγῶν ἡμᾶς εἰς δροσισμὸν καὶ ἀναψυχήν, ὁ ἐκ τοῦ ἀφεγγοῦς σκότους τῆς ἐν τῇ ἁμαρτίᾳ καὶ ἀπληστίᾳ δουλώσεως ἰθύνων τοὺς οἰκέτας Σου πρὸς ἦμαρ εὐφρόσυνον ἐπιγνώσεως, μετανοίας καὶ ἀναζητήσεως τῶν ἐν τῇ ζωῇ ἀπαραιτήτων καὶ ἀναγκαίων, Αὐτός, Πανάγαθε Βασιλεῦ, ὁ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀνάδειξον ἐν τῷ ἔθνει τῶν Ἑλλήνων ἄνδρας θαυμαστούς, εὐλαβεῖς, μεστοὺς θείου ζήλου καὶ σοφίας πρὸς φωτισμὸν ἡμῶν, τοῦ λαοῦ Σου, πρὸς ἀπόκρουσιν τῶν προσβολῶν τῶν ἐναντίων, καὶ δὸς ἡμῖν κυβερνήτας ἀντιῤῥόπους καὶ φύλακας ἀγρύπνους ἀντιτάσσειν τῇ σφοδρότητι τῶν οἰκονομικῶν στρατηγιῶν τὴν ἀρετὴν καὶ προσφορὰν ἐν τῇ τοῦ καιροῦ δυσκολίᾳ. Ναί, Κύριε, ὁ Θεός, δὸς ἡμῖν, τῷ Χριστωνύμῳ τῆς Ἑλλάδος λαῷ, τὴν ἀπαλλαγὴν ἐκ τῶν ἐπιβούλων ἡμῶν, τὴν σωτηρίαν καὶ τὴν λύτρωσιν, καὶ ἐκ τῶν ἀδιεξόδων καὶ τοῦ σκότους, ἴθυνον ἡμᾶς πρὸς διεξόδους ἐπιλύσεως προβλημάτων καὶ πρὸς ὁλοφώτους ἀτραποὺς τῆς Σοὶ εὐαρέστου μόνον εὐμαρείας. Ταπείνωσον ἐν τῇ ἰσχύϊ Σου τοὺς δυνάστας ἡμῶν, ὁ εἰπὼν «μή καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ» (Α´ Βασιλ. β΄,9), καθ’ ὅτι «Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾍδου καὶ ἀνάγει· Κύριος πτωχίζει καί πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ» (Α´ Βασιλ. β΄,6-7). Ἴδε τὴν προαίρεσιν καὶ τὴν καθαρότητα τοῦ νοὸς ἡμῶν δεομένων Σου καὶ σχῖσον τὸ χειρόγραφον τοῦ χρέους ἡμῶν τῇ μαχαίρᾳ τῆς πανσθενοῦς φιλανθρώπου Σου Χάριτος. Πράϋνον τὰς θλιβερὰς συνεπείας τῆς οἰκονομικῆς κρίσεως καὶ ἐξουδενώσεως τοῦ δοξάζοντός Σε πληρώματος. Ἀνάστησον τὸ πεπτωκὸς φρόνημα τῶν ἐντίμως ἐν Ἑλλάδι βιούντων. Ἐνίσχυσον πάντας τοὺς ἐν τῇ πατρίδι ἡμῶν ἀξιοπρεπῶς καὶ φιλοπόνως οἰκοῦντας πρὸς ὑπομονὴν καὶ ἄρσιν τοῦ σταυροῦ τῶν λυπηρῶν, τῆς ἐνδείας, πτωχεύσεως, ἐξουδενώσεως καὶ στερήσεως τῶν ἀγαθῶν Σου, ἐν ἀνεξικακίᾳ, ἐν συγχωρήσει ἀλλήλων καὶ ἐν προηγήσει κενωτικῆς ἀγάπης. Δίδαξον ἡμᾶς ἐξαγοράζειν τὸν καιρόν, λογιζομένους αὐτὸν ὡς «παίγνιον ἐπὶ τῆς γῆς» ὡς «φύσημα μὴ κρατούμενον», «ὡς «πτῆσιν ὀρνέου παρερχομένου» καὶ ὡς «ναῦν ἐπὶ θαλάσσης ἴχνος οὐκ ἔχουσαν». Βοήθει ἡμῖν γενέσθαι ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς γέφυρα μετάγουσα οὐχὶ εἰς τὴν δῆθεν ἐπιτυχίαν καὶ ἐπίπλαστον δόξαν, ἣν ματαίως, οἴμοι, ἐπιδιώκομεν, ἀλλά, ἡδομένοις καὶ ἐνασχολουμένοις ἐν τοῖς θείοις νοήμασιν, εἰς τὴν οὐράνιον δόξαν καὶ τὴν ἄληκτον μακαριότητα.

   Βοήθει αὖθις ἡμῖν τοῖς δοξάζουσί Σε, εὔσπλαγχνε χρεωλῦτα, ἀποτινάξαι τὸν ζυγὸν τῶν ἡμῶν δανειστῶν καὶ τυράννων, τῶν θιγόντων τὴν ἡμῶν ἐλευθερίαν, πωλούντων τὴν ἡμῶν ἀξιοπρέπειαν, ἐπηρεαζόντων τὴν ἔκβασιν τῶν δικῶν ἐν τοῖς δικαστηρίοις, ὑποτιμώντων τὴν ἀξίαν τῶν περιουσιακῶν ἡμῶν στοιχείων τῇ δυνάμει τῆς αὐτῶν οἰκονομικῆς ἀνέσεως. Πρόσθες αὐτοῖς κακά, Κύριε, τοῖς ἐνδόξοις τῆς γῆς, καὶ ἡμῶν δυνάσταις. Διάνοιξον, ὅμως, ἐν ταὐτῷ καὶ ἡμῶν, τοῦ εὐλογημένου λαοῦ Σου, τὰ ὄμματα βλέπειν τὰ διαμένοντα συμφέροντα καὶ μὴ ἀφρόνως πολιτεύεσθαι, φεῦ, δανειζομένων οὐχὶ πρὸς ἐξασφάλισιν τοῦ ἐπιουσίου ἡμῶν ἄρτου, ἀλλὰ πρὸς ἀγορὰν πολυτελῶν καταλυμάτων καὶ κινητῆς περιουσίας ὑψίστης πολυτελείας, ὡς καὶ πρὸς διασκορπισμὸν ἐν ἀνωφελέσι ταξιδίοις, ἀσωτίαις καὶ τρυφηλότητι βίου.

   Γιγνώσκομεν, Κύριε, ὅτι παρωργίσαμεν τὴν Σὴν ἀγαθότητα ταῖς παραλόγοις ἡμῶν ἀπαιτήσεσι καὶ ἐπιθυμίαις, ἀφ’ ὧν ἀποστρέφεις τὸ πρόσωπόν Σου, καὶ ἡμᾶς, τοὺς νῦν ὡς Νινευΐτας ἐν μετανοίᾳ ἐκζητοῦντας τὸν θεῖόν Σου ἔλεος, διαβεβαιεῖς, ὅτι οὐ λαμβάνομεν ἐν τοῖς αἰτήμασιν ἡμῶν, διότι κακῶς αἰτούμεθα, ἵνα ἐν ταῖς ἡδοναῖς δαπανήσωμεν. Γνωρίζομεν ὡσαύτως, εὐΐλατε Κύριε, ὅτι παραθεωροῦντες τὴν ἑκουσίαν πτωχείαν, ἀκτησίαν καὶ κοινοκτημοσύνην, ἀποστερούμεθα τῆς ἐλευθερίας ἡμῶν καὶ αὖθις ζυγῷ δουλείας ἐνεχόμεθα διὰ τῆς συνάψεως δανείων, διὰ κολακείας ἀνθρώπων διὰ πληρωμῆς βαρυτάτων φόρων καὶ παραμένομεν ἐσαεὶ χρεῶσται τῶν τοκογλύφων ἐπιβούλων ἡμῶν συρόμενοι ὡς ἄλογα ἐκ τοῦ χαλινοῦ.

   Ἔτι γνωρίζομεν, Κύριε, ὅτι Σὺ εἶ «ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα» (Ψαλμ. 112, 7). Σὺ εἶ ὁ ἀνυψῶν πτωχὸν ἐκ σκυβάλων καὶ ἐξ ἀθλιότητος κοινωνικῆς καὶ καταφρονήσεως εἰς περιόπτους θέσεις τοὺς οἰκέτας Σου λέγων φωνῇ στεντορείᾳ, ὅτι ὁ ἐλεῶν πτωχὸν Σοὶ δανείζει, καὶ ὅτι «πλουσιώτατός ἐστιν ὁ ἐλαχίστοις ἀρκούμενος».

   Ἐπάκουσον οὖν, φιλάνθρωπε Κύριε, ἡμῶν δεομένων Σου καὶ παῦσον τὰς περὶ δανεισμοῦ ἡμῶν ἀφρόνους ἐπιθυμίας χάριν ἐπιγείων ἀνέσεων· ῥῦσαι ἡμᾶς πάσης ἐπιβουλῆς ἀλλοτρίων, πτωχεύσεως καὶ ἐξαθλιώσεως, ὁδηγούσης εἰς στέρησιν προσωπικῆς καὶ ἐθνικῆς ἡμῶν ἐλευθερίας· δὸς ἐργασίαν τῇ νεολαίᾳ Σου, ἵνα μὴ ἐκ τῆς ἀργίας ἐμπέσῃ αὕτη εἰς βόθυνον πάσης κακίας, καὶ γενοῦ ἀρωγὸς πάντων τῶν ἀνέργων, ἀστέγων, ἐμπεριστάτων, ἐνδεῶν καὶ πενήτων· κολόβωσον τὸν χρόνον τῆς κρίσεως καὶ ταχὺ ἀνάτειλον τῇ προσφευγούσῃ Σοι πατρίδι ἡμῶν ἦμαρ ἡσυχίας, προόδου καὶ πνευματικῆς ἀγαλλιάσεως, καίτοι ἐκ τῆς ἠθικῆς σήψεως ἤχθημεν εἰς τὴν οἰκονομικὴν τῆς σήμερον κρίσιν, πρεσβείαις τῆς ὑπεραγίας Σου Μητρός, τῆς Ἐλεούσης Θεοτόκου, τῆς παραμυθίας τῶν ἐν θλίψεσι, τῆς ἐπισκέψεως καὶ ἰάσεως τῶν ἀσθενούντων, τῆς ἀντιλήψεως τῶν καμνόντων, τῆς τῶν χηρῶν καὶ ὀρφανῶν προστάτιδος, τῆς ῥώσεως τῶν ἀδυνάτων καὶ τοῦ πλουτισμοῦ τῶν πενήτων, τῆς ἑτοίμης τῶν ἐμπεριστάτων ἀντιλήψεως ἐν πάσῃ περιστάσει, ὅτι Σοὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Ἐκτενὴς Δέησις.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

 Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Κύριε
, ἐλέησον,* Κύριε, ἐλέησον,* Κύριε, ἐλέησον.

 Ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Κύριε
, ἐλέησον,* Κύριε, ἐλέησον,* Κύριε, ἐλέησον.

 Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἱερωνύμου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.

Κύριε, ἐλέησον,* Κύριε, ἐλέησον,* Κύριε, ἐλέησον.

Ὑπὲρ λυτρώσεως τοῦ ἐν Ἑλλάδι φιλοχρίστου λαοῦ ἀπὸ τῶν δυσμενῶν συνθηκῶν ἐκ τῆς προσφάτου οἰκονομικῆς κρίσεως τοῦ Κυρίου δεηθῶμεν.

 Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.

Κρίσεως ἐξάρπασον,* Ἕλληνας ὑμνοῦντάς Σε,* Κύριε φιλάνθρωπε.

 Ὑπὲρ ἀπομακρύνσεως τῶν ἐπιβούλων τῆς ἡμῶν ἐλευθερίας καὶ ἀνέσεως τοῦ Κυρίου δεηθῶμεν.

Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.

Ἐπιβούλους δίωξον,* τῆς Ἑλλάδος σθένει Σου,* Σῶτερ, δοξαζούσης Σε.

 Ὑπὲρ ἐδαφίσεως τῆς ἐπηρμένης ὀφρύος τῶν τοὺς λαοὺς καταδυναστευόντων τοῦ Κυρίου δεηθῶμεν.

 Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.

Τοὺς δυνάστας πτώχιζε* τῆς Ἑλλάδος, Κύριε, * ὁ πλουτίζων δούλους Σου.

 Ὑπὲρ τῆς τηρήσεως ἡμῶν ἐν ἑνότητι καὶ ὁμονοίᾳ καὶ ἀμοιβαίᾳ ἀγάπη τοῦ Κυρίου δεηθῶμεν.

Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.

Ἐν ἑνώσει τήρησον* τὸν λαόν Σου, Κύριε,* Σοὶ πιστῶς προσφεύγοντα.

 Ὑπὲρ καταπέμψεως τῶν ταῖς ψυχαῖς ἡμῶν συμφερόντων τοῦ Κυρίου δεηθῶμεν.

Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.

Οἰκονόμει, Κύριε,* εὐσεβέσιν Ἕλλησι* ταῖς ψυχαῖς συμφέροντα.

Ὑπὲρ καταισχύνης τῶν ἡμᾶς ὁδηγούντων εἰς οἰκονομικὴν ἐξαθλίωσιν χάριν ἰδίων συμφερόντων τοῦ Κυρίου δεηθῶμεν.

Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.

Ἐπηρμένον σύντριψον* δυναστῶν, Θεάνθρωπε,* τῶν Ἑλλήνων φρύαγμα.

Ὑπὲρ ὑπομονῆς τοῦ στένοντος λαοῦ τῶν Ἑλλήνων ἐν ταῖς θλίψεσι καὶ ταῖς παρούσαις ἀνάγκαις τοῦ Κυρίου δεηθῶμεν.

Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.

Ὑπομένειν, Κύριε,* Ἕλληνας ἀξίωσον,* Σῶτερ, ἐξαθλίωσιν.

Ὑπὲρ ἀποτινάξεως τοῦ ζυγοῦ τῶν ἡμῶν δυναστῶν καὶ ἐπιβούλων τοῦ Κυρίου δεηθῶμεν.

Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.

Ἔγειρον ἐκ κρίσεως* τῆς προσκαίρου, Κύριε,* Ἕλληνας αἶνοῦντάς Σε.

Ὑπὲρ βοηθείας καὶ ἀντιλήψεως τῶν καμνόντων καὶ ἐμπεριστάτων Ἑλλήνων ἀδελφῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.

Ἕλλησι τοῖς στένουσιν* ἐξ ὀδύνης κρίσεως,* Ἰησοῦ, βοήθησον.

Ὑπὲρ ἐξευρέσεως ἐργασίας τοῖς ἀνέργοις ἀδελφοῖς ἡμῶν καὶ δὴ τῇ ἐμπεριστάτῳ νεότητι τοῦ Κυρίου δεηθῶμεν.

Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.

Ἐργασίας βάλσαμον* τῇ ἀνέργῳ δώρησαι* νεολαίᾳ, Κύριε.

 

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὅτι πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ψάλλομεν τὰ ἑξῆς Προσόμοια·

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Σ
ῶτερ εὐσυμπάθητε,
Λόγε Θεοῦ τοῦ Ὑψίστου,
χρεωλῦτα Κύριε
εὐσεβῶν συστήματος ,
ῥῦσαι θλίψεων,
ἄχθους, πτωχεύσεως,
κρίσεως Σοὺς δούλους
οἰκονομικῆς, φιλάνθρωπε,
καὶ τῆς κακότητος
ἐπιβούλων χθόνα ἀρδεύοντας
νῦν ἀειῤῥύτοις δάκρυσι
καὶ ἱδρῶσιν, εὔσπλαγχνε Κύριε,
εὐλαβοῦς Ἑλλάδος,
καὶ ὥσπερ Νινευῖται ἀληθῶς
ἐν μετανοίᾳ Σὴν πάνσεπτον
κλῆσιν μεγαλύνοντας.

Κύριε, ταπείνωσον
τῶν δανειστῶν ἐπηρμένον
φρύαγμα τῶν δούλων Σου
καὶ αὐτῶν τὴν μήνιδα
καταπράϋνον
καθ’ ἡμῶν, εὔσπλαγχνε
Σῶτερ, δοξαζόντων
ὀρθοδόξως Σε, φιλάνθρωπε,
καὶ προστρεχόντων Σοι
ἐν παναλγειναῖς περιστάσεσι
καὶ λύπαις καὶ στενώσεσιν
Ἕλληνας, Θεοῦ Λόγε Κτίσαντος,
τῆς οἰκονομίας
νῦν κρίσιν ὑπομένοντας καλῶς,
τὴν ζοφερὰν ἐξαθλίωσιν,
Δέσποτα, καὶ πτώχευσιν.

Σῶτερ, τὴν νεότητα
ἐξ ἀνεργίας τυφῶνος
πρὸς τὴν Σοὶ εὐάρεστον
ἐργασίαν ἴθυνον
καὶ ὁδήγησον
πάντας αἰνοῦντάς Σε
ἀξιοπρεπείας
πρὸς ἐπάλξεις, πολυέλεε,
Σῶτερ καὶ Κύριε,
τῶν ἡμῶν πταισμάτων χειρόγραφον
ὁ σχίσας συμπαθείᾳ Σου
καὶ πολλῇ, Χριστέ, ἀγαθότητι,
Σὲ παρακαλοῦμεν,
λιταῖς τῆς παναχράντου Σου μητρὸς
καὶ Παϊσίου, ἀσκήσαντος
ἄρτι ἐν τῷ Ἄθωνι.

Ἀπολυτίκια.

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Εὐσυμπάθητε Σῶτερ, ὁ τὸ χρεόγραφον
σχίσας φθορᾶς καὶ θανάτου
τοῦ γένους τῶν χοϊκῶν,
ῥῦσαι Ἕλληνας πιστῶς δοξολογοῦντάς Σε
ἄρχειν δοκούντων τῶν λαῶν
χαλεπῆς ἐπιβουλῆς,
πτωχεύσεως, ἀνεργίας
καὶ δυναστῶν τυραννίδος,
φιλανθρωπότατε Θεάνθρωπε.

Θεοτοκίον.

λεοῦσα Παρθένε, ἐξαθλιώσεως
Ἑλλήνων ῥῦσαι τοὺς δήμους,
σὲ ἀνυμνοῦντας πιστῶς,
τοὺς προσφεύγοντας ἑτοίμῃ ἀντιλήψει σου,
κρίσεως οἰκονομικῆς,
ἀνεργίας ζοφερᾶς,
πτωχεύσεως καὶ δουλείας
τοῖς δανεισταῖς, τοκογλύφοις
καὶ ἐπιβούλοις πᾶσι, Δέσποινα.

Δρ Χαραλάμπης Μ. Μπούσιας,

Μέγας Ὑμνογράφος τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

Σχολιάστε

Η ΘΕΟΛΟΓΙΑ “ΠΑΕΙ ΠΕΡΙΠΑΤΟ”: «ΕΓΚΩΜΙΩΝ» ΥΠΕΡΤΙΜΗΣΗ.

ΕΓΚΩΜΙΩΝ ΕΓΚΩΜΙΟΝ

π. Β. Σπηλιόπουλος

ΕΙΣ. ΣΧ. «ΧΡ. ΒΙΒΛΙΟΓΡ.»: Οἱ ἐπισημάνσεις τοῦ π. Β. Σπ. στὸ κατωτέρω ἄρθρο εἶναι σύντομες καὶ ὁλοκάθαρες. Μακάρι νὰ μποροῦσαν νὰ τὶς ἐνστερνισθοῦν οἱ Κληρικοὶ κατ᾽ αῤχὴν γιὰ νὰ τὶς μεταδώσουν καὶ στοὺς Λαϊκούς. Αὐτὴ εἶναι ἡ ὀρθὴ «Λειτουργικὴ Ἁνανέωση». Φυσικὰ αὐτὰ δὲν ἀπασχολοῦν τοὺς Πολυπράγμονες Μεταπατερικοὺς (καλύτερα: Ὑπερ-πατερικοὺς: ὄχι ὑπὲρ τῶν Πατέρων ἀλλὰ ὑπὲρ τοὺς Πατέρας, δηλ. πάνω ἀπὸ Αὐτούς!) Ἀνανεωτές καὶ Ἐπιβούλους. 

.             Ἔχουμε ἤδη κάνει ἀναφορά, σὲ προγενέστερο ἄρθρο, σὲ λειτουργικὰ λάθη καὶ λειτουργικὲς καινοτομίες κατὰ τὴν Μ. Ἑβδομάδα ποὺ ἀλλοιώνουν τὸ γνήσιο λειτουργικὸ καὶ ἐν γένει ὀρθόδοξο φρόνημα. Ἕνα ἀπὸ τὰ στοιχεῖα τῆς Μ. Ἑβδομάδος ὅπου τὸ τυπικὸ παραβιάζεται, ἐνίοτε δὲ βάναυσα, μὲ ἀποτέλεσμα νὰ χάνεται ἡ ἱεροπρέπεια τῆς Ἱερᾶς Ἀκολουθίας, ἡ ὁποία ὀλισθαίνει καὶ τείνει νὰ μετατραπεῖ σὲ κοσμικὴ σύναξη, εἶναι ὁ Ὄρθρος τοῦ Μ. Σαββάτου ποὺ τελεῖται συνήθως στὶς ἐνορίες τὸ ἑσπέρας τῆς Μ. Παρασκευῆς. Ἡ σοβαρότερη παρατυπία ἔγκειται καὶ ἀφορᾶ στὴν ψαλμωδία τῶν λεγομένων ἐγκωμίων.
.             Ἡ παλαιὰ καὶ ὀρθὴ τάξη ἔχει σχεδὸν ὁλοκληρωτικὰ λησμονηθεῖ, ἂν καὶ ἐσχάτως ὑπάρχουν αἰσιόδοξα καὶ παρήγορα σημάδια ἐπιστροφῆς ἀκόμη καὶ σὲ ἐνοριακοὺς ναούς, μὲ ἀποτέλεσμα τὸ σημεῖο αὐτὸ τῆς Ἀκολουθίας νὰ ἔχει ὑπερτιμηθεῖ, νὰ ἔχει παραγκωνίσει τὰ ὑπόλοιπα θεόπνευστα ἄσματα καὶ ἀναγνώσματα καὶ νὰ θεωρεῖται ὡς ἡ οὐσία καὶ τὸ «εἶναι» τῆς Μ. Παρασκευῆς.
.             Πρώτη παρατυπία εναι θέση τν Ἐγκωμίων. Ἡ ὀρθὴ θέση τῶν Ἑγκωμίων εἶναι ἡ ἀρχὴ τοῦ ὄρθρου. Ἀμέσως μετὰ τὸ Θεὸς Κύριος καὶ τὰ Ἀπολυτίκια ψάλλεται, ὅπως ἄλλωστε κάθε Σάββατο, ὁ Ἄμωμος (17ο κάθισμα- 118ος ψαλμὸς) καὶ σὲ κάθε στίχο τοῦ Ἀμώμου παρεμβάλλεται ἕνα ἀπὸ τὰ τροπάρια τῶν Ἐγκωμίων. Ἄλλωστε ὁ ποιητὴς τῶν Ἐγκωμίων συνέταξε τόσα Ἐγκώμια ὅσα καὶ οἱ στίχοι τοῦ Ἀμώμου. Συνηθίζεται, ὅμως, σήμερα νὰ ψάλλοντα τὰ Ἐγκώμια μετὰ ἀπὸ τὴν Ἐνάτη ὠδὴ τῶν κανόνων, πρὸς τὸ τέλος τοῦ Ὄρθρου, καὶ λίγο μόνο πρὶν τὴν ἔξοδο καὶ λιτάνευση τοῦ Ἐπιταφίου. Αὐτὸ προφανῶς συμβαίνει γιὰ νὰ ἔχει προσέλθει τὸ μεγαλύτερο μέρος τοῦ κόσμου.
.             Ἡ μετάθεση, λοιπόν, αὐτὴ ἀπὸ μόνη της ὠθεῖ τὰ πράγματα, ὥστε νὰ θεωρηθοῦν τὰ Ἐγκώμια, κακῶς κάκιστα, ὡς τὸ κύριο μέρος τῆς Ἀκολουθίας ἀλλὰ καὶ νὰ παραγκωνίζονται ἄλλα μέρη πολὺ πιὸ σημαντικὰ καὶ οὐσιώδη. Γιατί ὁ κόσμος νὰ ἀκούσει τὰ Ἐγκώμια καὶ ὄχι τὸν κανόνα πού, σύμφωνα μὲ τὸν Ἅγιο Νικόδημο τὸν Ἁγιορείτη, εἶναι τὸ πιὸ διδακτικὸ μέρος τοῦ Ὄρθρου;
.             Φρονοῦμε μάλιστα ὅτι περτίμηση ατ το μέρους ατο τῆς κολουθίας, συνοδευομένη π τν στερο συναισθηματισμ πο καλλιεργεται τς μέρες ατς κατ μίμηση τν παπικν, φείλεται ν πολλος στ γεγονς τι τ γκώμια θεωρήθηκαν θρνος κα μοιρολόι γι τν κουσίως παθόντα Κύριο. Ενόητο τυγχάνει τι κάτι τέτοιο κα δν συνάδει μ τν πανηγυρικ χαρακτήρα το Μ. Σαββάτου, ὁπότε ψάλλεται «Θεὸς Κύριος» καὶ ὄχι «Ἁλληλούια», Μεγάλη Δοξολογία καὶ ἀναστάσιμα Εὐλογητάρια, καὶ πάσχει ἀπὸ διδακτικῆς καὶ δογματικῆς ἐπόψεως, ἀφοῦ μεταβάλλει τν ες δου Κάθοδο κα τ κε κήρυγμα το Κυρίου σ γεγονς χι σωτηριολογικ λλ θλιβερό. Στν πραγματικότητα πρόκειται γι τν δυτικ συναισθηματισμ πο δυνατε ν ξεπεράσει τ Μ. Παρασκευή, τὴν ὁποία θεωρεῖ κορωνίδα τῶν ἑορτῶν, καὶ νὰ φτάσει στὸ Πάσχα. Ἀτυχῶς παραθεωρεῖται τὸ γεγονὸς τῆς Ἀναστάσεως καὶ ὑπερτονίζεται ἡ Θυσία τοῦ Κυρίου ἡ ὁποία ὅμως χωρὶς τὴν Ἀνάσταση, κατὰ τὸν Παῦλο, μεταβάλει τὸ κήρυγμα σὲ κενὸ ρῆμα καὶ ματαιότητα. Μιλοῦμε, στὴν πραγματικότητα, γιὰ τὴν νοοτροπία τοῦ ἀποστόλου Πέτρου, ὁ ὁποῖος προσπαθοῦσε, ἀπὸ ὑπερβάλλοντα ζῆλο καὶ ἀγάπη γιὰ τὸν Χριστό, νὰ ματαιώσει   τὸ ἑκούσιο Πάθος. Νοοτροπία φυσικὰ ποὺ καταδικάζει ἡ Ἐκκλησία μας, ἀφοῦ ὁ ἴδιος ὁ Κύριο κατεδίκασε λέγοντας: «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων» (Μάρκ. η´ 33).
.             Ἂς δοῦμε τί λέει ὁ π. Δοσίθεος, ἡγούμενος τῆς μονῆς Τατάρνης, στὸν ὑπομνηματισμό του στὸ τυπικό τοῦ Ἁγίου Σάββα ποὺ ἐξέδωσε ἡ παραπάνω Ἱερὰ Μονή:
.             «Ἐγκώμιον=ὕμνος ἢ λόγος πανηγυρικὸς καὶ ἐπαινετικὸς ἐν κώμοις ἤγουν ἐν πανηγύρει, ἐν πομπῇ μετὰ συνοδείας. Τὰ πρὸς εὐφημίαν καὶ ἔπαινον ἀδόμενα ἐγκώμια μετεβλήθησαν ἐνταῦθα εἰς ἐπιτάφιον θρῆνον, καίτοι τὰ τυπικὰ οὐδόλως ὁμιλοῦσι περὶ θρήνου. Εἰσὶ δὲ τὰ Ἐγκώμια μετρίας ποιητικῆς ἀξίας μόλις μετὰ τὸν ΙΒ΄αἰώνα ἀναφερόμενα. Διὸ καὶ αἱ σλαυικαὶ Ἐκκλησίαι, αἱ ἐνωρίτερον λαβοῦσαι τὰς λειτουργικὰς δέλτους, ἁγνοοῦσι ταῦτα. Ποιητικῶς καὶ θεολογικῶς εἰσὶν ὑποδεέστερα τῆς λοιπῆς ἱερᾶς ἀκολουθίας, ὄντα δὲ καί τινα παράχορδα καὶ ἄρρυθμα. Ὁ ἀνώνυμος ποητὴς ἀγωνιᾶ ἵνα κατασκευάσῃ ἐγκώμια κατὰ ἀριθμὸν τῶν στίχων τοῦ Ἀμώμου (185, ἐὰν δὲν ἀπατῶμαι) διὸ καὶ δὲν ἐπιτυγχάνετει πάντοτε τὸ ποθούμενον. Ἐμπεριέχουσι θρήνους καὶ οἰμωγάς, καταξέσεις παρειῶν καὶ ἀπομαδαρώσεις, σχετλιασμοὺς καὶ ἀράς, ξένα πάντα πρὸς τὸ θεολογικὸν βάθος τοῦ ἐπακολουθοῦντος θεσπεσίου κανόνος. Ὅμως ἐπειδὴ ἔχουσιν ἁπλότητα σκέψεων καὶ πλοῦτον συναισθηματικόν, εἰσὶ λίαν προσφιλῆ παρὰ τῷ εὐσεβοῦντι λαῷ». (σελ. 412-13 ὑποσημείωση 5). Καὶ βέβαια οὔτε ἐμεῖς οὔτε ὁ π.Δοσίθεος ὑποστηρίζουμε τὴν ἀπάλειψη τῶν Ἐγκωμίων ἀλλὰ τὰ λόγια τοῦ π.Δοσιθέου ἐκφράζουν τὴν πίστη, τὴν θεολογία τῆς Ἐκκλησίας σχετικῶς μὲ τὰ γεγονότα τοῦ ἑκουσίου Πάθους καὶ τῆς Ταφῆς τοῦ Κυρίου. Ἐκεῖνο ποὺ προτείνουμε εἶναι ἡ ἐπιστροφὴ στὸ ὀρθὸ φρόνημα καὶ συνεπῶς ἡ μετρίαση τῆς σημασίας ποὺ ἔχει ἀποδοθεῖ στὰ Ἐγκώμια μὲ ταυτόχρονο τονισμὸ ἄλλων μερῶν τῆς ἀκολουθίας, ὅπως ὁ Κανόνας ἢ ἀκόμα, εὐχῆς ἔργον θὰ ἦταν, τῶν ὑπέροχων Πατερικῶν ἀναγνώσεων.
.             Γιὰ τὴ θέση δὲ τῶν Ἐγκωμίων καὶ τὴν μετάθεσή τους στὸ τέλος λέει ἀριστουργηματικὰ ὁ ἅγιος ἡγούμενος : «…Τοῦτο ὅμως κατακρήμνησίς ἐστιν. Ἀπὸ τοῦ ὕψους τοῦ Κανόνος εἰς τὸ βάθος τῶν Ἑγκωμίων» (σελ.423 ὑποσημείωση 14).
.             Ἕνα δεύτερο λάθος, μία ἑπόμενη παρατυπία, ἀπόρροια ἀσφαλῶς τῆς πρώτης, εἶναι ὅτι στοὺς ἐνοριακοὺς Ναοὺς γίνεται προσπάθεια ὥστε τὰ Ἑγκώμια νὰ τὰ ψάλλει ὅλος ὁ λαὸς μαζί. Δὲν θὰ ἀναφερθοῦμε στὸ θέμα τῆς συμψαλμωδίας γενικῶς, τὸ ὁποῖο ἔχουν ἐξαντλήσει οἱ ἅγιοι Πατέρες καὶ οἱ Κανόνες τῆς Ἐκκλησίας μας, ποὺ ἀπαιτοῦν στὴν Ἐκκλησία νὰ ψάλλουν μόνον οἱ κανονικοί, μάλιστα κανονικῶς χειροτονημένοι, ψάλτες καὶ ἀπὸ «διφθέρας» ἀπὸ μουσικὸ δηλαδὴ κείμενο. Θὰ διατυπώσουμε ὅμως τὴν θέση ὅτι ἡ προσπάθεια αὐτή, τὶς ἡμέρες μάλιστα κατὰ τὶς ὁποῖες οἱ πλεῖστοι γιὰ ἐθιμοτυπικοὺς καὶ πολιτιστικοὺς λόγους θυμοῦνται νὰ περάσουν τὸ κατώφλι τοῦ Ναοῦ, δὲν ὠφελεῖ κανένα. Ἡ προσπάθεια αὐτὴ γίνεται εἰς βάρος τοῦ Τυπικοῦ, καὶ ἄρα τῆς θεολογίας ὅπως εἴπαμε παραπάνω, ἀφοῦ μεταθέτουμε τὴν θέση τῶν Ἑγκωμίων γιὰ νὰ προλάβει ὁ κόσμος. Γίνεται εἰς βάρος τῆς ποιμαντικῆς, ἀφοῦ νθρωποι πο δν χουν καμία κκλησιαστικ παιδεία ξαφνικ γίνονται ψάλτες κα τ καυχνται μάλιστα. ντ ν μεταδώσουμε στος νθρώπους ατούς, πο θ ξαναδομε τν πόμενη Μ. βδομάδα, τ ταπειν φρόνημα τς ρθοδόξου παραδόσεως, τος βαπτίζουμε ατομάτως διδασκάλους, κήρυκες κα μελωδούς. ντ ν κάνουμε μία λάχιστη προσπάθεια ν τος βοηθήσουμε ν ντιληφθον τν ρρώστιά τους, τοὺς δίνουμε λλοθι καὶ εὐκαιρία νὰ θεωρήσουν ἑαυτοὺς ὄχι μόνον πιστοὺς καὶ ἐνεργὰ μέλη τοῦ ἐκκλησιαστικοῦ Σώματος ἀλλὰ καὶ ἀνθρώπους μὲ ἐκκλησιαστικὸ διακόνημα. Καὶ πέρα ἀπὸ ὅλα αὐτὰ ἡ στάση καὶ ἡ προσπάθεια αὐτὴ ὁδηγεῖ στὸ τρίτο λάθος ποὺ εἶναι ἡ ψαλμώδηση τῶν ἐγκωμίων καὶ ἡ κατακρεούργηση τῆς ἐκκλησιαστικῆς μας μουσικῆς.
.             Τρίτο λάθος, λοιπὸν εἶναι τὸ μέλος, μὲ τὸ ὁποῖο ἀποδίδονται οἱ συγκεκριμένου ὕμνοι. Πέρα ἀπὸ τὴν χάβρα ποὺ δημιουργεῖται, ἀφοῦ οἱ περισσότεροι δὲν γνωρίζουν τὸ μέλος τῶν ὕμνων, πολλοὶ εἶναι παράφωνοι, ἀπουσιάζει ὁ στοιχειώδης συντονισμὸς καὶ ἡ πλειοψηφία ἀδυνατεῖ ἀκόμα καὶ νὰ ἀναγνώσει τὴν γλώσσα τῶν ὕμνων, ὑφίσταται τρομερὸ πρόβλημα, ἀκόμη κι ἂν ψάλλον μόνον οἱ ψάλτες, μὲ τὴν ψαλμωδία ἰδιαιτέρως τῆς τρίτης στάσεως τῶν Ἐγκωμίων. Τὸ παραδοσιακό, βυζαντινὸ μέλος τοῦ τρίτου ἤχου ἔχει σχεδὸν πανταχοῦ ἀντικατασταθεῖ μὲ κανταδίστικο μέλος γεμάτο συναισθηματισμὸ καὶ θηλυπρέπεια. Ἡ ἱεροπρέπεια χάνεται καὶ νομίζει κανεὶς ὅτι βρίσκεται σὲ κάποιο παράθυρο τῶν Ἰονίων Νήσων καὶ τραγουδάει περιμένοντας τὴν καλή του νὰ προβάλλει στὸ παραθύρι. θεολογία πάει περίπατο καὶ οἱ ὀδυρμοί, γιὰ τοὺς ὁποίους ἔκανε λόγο ὁ π. Δοσίθεος, ἀποκτοῦν καὶ τὸ καταλλληλο μέλος. Τὸ σοβαρό, ρεαλιστικό, θεολογικό, ἱεροπρεπὲς μέλος τῶν ἁγίων μας δίνει τὴ θέση του στὸ μέλος τοῦ Γαϊτάνου καὶ ἀντίστοιχα τὰ βιώματα τῶν ἁγίων τὴ θέση τους στὰ βιώματα τοῦ τραγουδιστοῦ. Ἂς προσπαθήσουν οἱ ἱερεῖς καὶ οἱ ψάλτες νὰ μάθουν τὸν σωστὸ τρόπο ψαλμωδίας γιὰ νὰ μὴν γελοιοποιεῖται ἡ στιγμὴ καὶ νὰ μὴν μεταβάλλεται ὁ Ναὸς σὲ αἴθουσα συναυλίας.
.             Ἕνα τέταρτο λάθος, λάθος ποὺ ἔχει ἐμποτίσει τὴ λειτουργικὴ ζωὴ ὄχι μόνο τῆς Μ. Ἑβδομάδος ἀλλὰ τοῦ ὅλου ἐνιαυτοῦ, εἶναι ἡ περικοπή. Σὲ κάθε Μητρόπολη, σὲ κάθε ἐνορία, κάθε δεσπότης καὶ παπάς, ἀλλὰ καὶ κάθε ἐκδότης, τυπώνει, γιὰ νὰ ἐπιτευχθεῖ ὁ παραπάνω σκοπὸς τῆς συμψαλμωδίας, ἢ τῆς χάβρας ἐπὶ τὸ ὀρθώτερο, φυλλάδια μὲ μερικὰ ἀπὸ τὰ ἐγκώμια. Τὰ ἐγκώμια ἀπὸ 185 γίνονται ξαφνικὰ σαράντα ἢ πενήντα καὶ τὰ ὑπόλοιπα, μαζὶ μὲ πολλὰ ἄλλα μέρη τῶν ἀκολουθιῶν, περνοῦν στὴν λήθη τῆς ἱστορίας. Ἡ λογικὴ ὅτι εἶμαι ὁ ἄρχων τῆς ἀκολουθίας καὶ αὐτὸς ποὺ κρίνει τί θὰ εἰπωθεῖ, πῶς θὰ εἰπωθεῖ καὶ πότε θὰ εἰπωθεῖ, ἑδραιώνεται καὶ μὲ αὐτὴν τὴν εὐκαιρία. Μὲ μεγάλη εὐκολία ὁ δεσπότης ἢ ὁ παπὰς κάθεται στὸ γραφεῖο του καὶ ἀποφασίζει τί χρειάζεται καὶ τί δὲν χρειάζεται, τί προτιμᾶ καὶ τί δὲν τὸν ἀναπαύει. Μόνο κριτήριο τὸ προσωπικό του βίωμα. Νοοτροπία καταστροφικὴ γιὰ τὴν λειτουργική μας ζωὴ ἀλλὰ καὶ γενικῶς γιὰ τὴν ἐκκλησιαστική μας πορεία.
.             Ἕνα πέμπτο λάθος, στὸ ὁποῖο ἀκροθιγῶς μόνον ἀναφερθήκαμε, εἶναι ὅτι ψάλλουμε μὲν τὰ Ἐγκώμια, ἔστω καὶ κουτσουρεμένα, παραλείπουμε ὅμως τοὺς στίχους τοῦ Ἀμώμου ἐπὶ τῶν ὁποίων συντάχθηκαν. Ὁ Ἄμωμος, ποὺ ἀναγιγνώσκεται μὲ ἐλάχιστες ἐξαιρέσεις καθημερινὰ ὅλο τὸν χρόνο εἴτε στὸ Μεσονυκτικὸ εἴτε στὸν Ὄρθρο ὡς κάθισμα (Σάββατο καὶ Κυριακὴ) εἶναι ἕνας ἀπὸ τοὺς θεολογικώτερους καὶ πιὸ ὠφέλιμους ψαλμούς, ὁπότε καλῶς ὑποστηρίζει ὁ π.Δοσίθεος «κρεῖττόν ἐστι καταλεῖψαι τὰ Ἐγκώμια ἢ τὸν Ἄμωμον» (σελ. 143).

 .             Ἐν κατακλεῖδι τὰ λεγόμενα Ἐγκώμια ἔχουν ἐπικρατήσει καὶ τὰ περιλαμβάνουν καὶ ὅλα τὰ τυπικά, ὁπότε ὀρθῶς λέγονται ἀλλὰ ἂς κάνουμε μία προσπάθεια νὰ λέγονται μὲ τρόπο καὶ διάθεση ποὺ θὰ ὠφελεῖ καὶ δὲν θὰ ξεθεμελιώνει τὴν ὅλη θεολογία. Ἂς γίνει κατανοητὸ ὅτι δὲν εἶναι τὸ ἀρτιότερο ποιητικὸ καὶ θεολογικὸ δημιούργημα τῆς λειτουργικῆς μας ζωῆς καὶ ἂς βροῦν τὴν πραγματική τους ἀξία μέσα σὲ αὐτὴν χωρὶς ὑπερτιμήσεις καὶ ὑπερβολές. Ἂς ψάλλονται ταπεινά, λιτὰ ὄμορφα ἀπὸ τοὺς ἱερεῖς καὶ τοὺς ψάλτες, ὅπως ὁρίζει τὸ τυπικό, μ τος στίχους το μώμου πο εναι γκλημα ν παλείφουμε καὶ σὲ μέλος ἱεροπρεπὲς καὶ σοβαρὸ ποὺ δὲν θὰ μεταβάλλει τὴν χαρμολύπη τῆς ἀκολουθίας σὲ ἠπειρώτικο μοιρολόι ἢ σὲ συναυλία καὶ χάβρα. Μόνο μὲ τὸν τρόπο αὐτὸ οἱ πιστοὶ ποὺ θὰ προσέλθουν θὰ πάρουν μαζί τους κάτι λίγο ἀπὸ τὸ γνήσιο λειτουργικὸ φρόνημα καὶ ἴσως κάτι νὰ τοὺς ἀγγίξει πραγματικὰ καὶ ὄχι συναισθηματικὰ καὶ ἐπιφανειακά.

ΠΗΓΗ: egolpio.wordpress.com

,

Σχολιάστε

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΡΤΙΦΑΝΩΣ ΕΝ Τῼ ΑΓΙῼ ΟΡΕΙ ΕΚΛΑΜΨΑΝΤΟΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΑΡΤΙΦΑΝΩΣ ΕΝ Τῼ ΑΓΙῼ ΟΡΕΙ
ΕΚΛΑΜΨΑΝΤΟΣ
ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
 ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ

(12 Ιουλίου)

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τὸ “Κύριε ἐκέκραξα” ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Ἀρτιφανῶς τὸν ἀσκήσει, στερρὰ ἐκλάμψαντα, ἐν τῷ Ἁγίῳ Ὄρει, καὶ φωτίσαντα πλήθη, αὐτοῦ ταῖς νουθεσίαις ταῖς πατρικαῖς, ἐπαινέσωμεν κράζοντες· ὑπὲρ ἡμῶν ἐκδυσώπει τὸν Λυτρωτήν, ἀσκητὰ σοφὲ Παΐσιε.

Τῶν Καππαδόκων τὸ κλέος, ἀζύγων καύχημα, μοναζουσῶν προστάτην, καὶ πιστῶν ποδηγέτην, πρὸς θέωσιν ἐν ὕμνοις μελωδικοῖς, ἀρετῶν ὡς ἀπαύγασμα, καὶ μαργαρίτην τῆς πίστεως τιμαλφῆ, ἐπαινέσωμεν Παΐσιον.

 Τὸν ἐκ νεότητος κόσμου, τερπνὰ ὡς σκύβαλα, σποδόν τε καὶ ἀτμίδα, λογιζόμενον πάντες, Παΐσιον τὸν νέον ἐν ἀσκηταῖς, θεοφόροις τιμήσωμεν, ἀναφωνοῦντες· τὰ ἄρρευστα σαῖς λιταῖς, ἀγαπᾶν ἡμᾶς ἀξίωσον.

Τρωθεὶς Χριστοῦ τῇ ἀγάπῃ, ἐκ βρέφους Ὅσιε, ἀγάπης ὤφθης σκεῦος, διαυγὲς ἄχρι τέλους, Παΐσιε κουφίζον τοὺς εὐλαβῶς, σῇ καλύβῆ προστρέχοντας, καὶ ἀναψύχον τοὺς στένοντας ἐν σκιᾷ, ζοφερᾷ παντοίων θλίψεων.

Δόξα. Ἦχος πλ. δ´ .

Τῶν φιλοσίων τὰ πλήθη, καὶ τῶν ἐν Ἄθω ἀσκουμένων ἡ ὁμήγυρις, συνέλθωμεν σήμερον ἐπὶ τῇ μνήμῃ, τοῦ ἀρτιφανοῦς φωστῆρος τῆς πίστεως, Παϊσίου, ἀξίως αὐτοῦ ἀνευφημῆσαι τὰ σκάμματα· οὗτος γὰρ ὡς τῶν πεπλανημένων φέγγος, τῶν μονοτρόπων ἀλείπτης, καὶ τῶν χειμαζομένων ἀκέστωρ, ἀχλὺν δυσθυμίας ἁπάντων ἐσκέδασε, τῇ τοῦ Φωτοδότου Χριστοῦ καὶ Σωτῆρος τοῦ γένους ἡμῶν χάριτι· καὶ νῦν σὺν ἀγγέλων χορείαις, καὶ ὁσίων τοῖς τάγμασιν ἀγαλλιώμενος, τῷ Παμβασιλεῖ τῆς δόξης πρεσβεύει, διδόναι τοῖς αὐτοῦ, τὴν μνήμην γεραίρουσι, κατ’ ἄμφω ὑγίειαν καὶ εἰρήνην ἀστασίαστον.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

ΘΑ ΑΚΟΛΟΥΘΗΣΕΙ ΟΛΟΚΛΗΡΗ Η ΑΚΟΛΟΥΘΙΑ ΣΕ ΚΑΛΗ ΕΚΤΥΠΩΣΙΜΗ ΜΟΡΦΗ

Σχολιάστε

«ΚΑΘΑΡΘΩΜΕΝ ΤΑΣ ΑΙΣΘΗΣΕΙΣ ΚΑΙ ΟΨΟΜΕΘΑ, Τῼ ΑΠΡΟΣΙΤῼ ΦΩΤΙ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ» (Ἑρμηνεία τοῦ α´τροπαρίου τῆς α´ ᾨδῆς τοῦ Κανόνος τοῦ Πάσχα)

Ἁγ. Nικοδήμου τοῦ Ἁγιορείτου

Ἑρμηνεία τοῦ α´ τροπαρίου τῆς α´ ᾨδῆς
τοῦ Κανόνος τοῦ Πάσχα
(« Ἑορτοδρόμιον», ἔκδ. Σκουρταίων, ἐν Bενετίᾳ 1835)

«Καθαρθῶμεν τὰς αἰσθήσεις καὶ ὀψόμεθα,
τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως,
Χριστὸν ἐξαστράπτοντα, καὶ χαίρετε φάσκοντα,
τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ἄδοντες».

.                 Ἐπειδὴ ὁ ἄνθρωπος εἶναι σύνθετος ἐκ ψυχῆς καὶ σώματος, ἔχει διπλᾶς τὰς αἰσθήσεις, πέντε τῆς ψυχῆς καὶ πέντε τοῦ σώματος. καὶ αἱ μὲν τῆς ψυχῆς εἶναι αὗται: νοῦς, διάνοια, δόξα, φαντασία, αἴσθησις· αἱ δὲ τοῦ σώματος εἶναι αὗται: ὅρασις, ἀκοή, ὄσφρησις, γεῦσις, ἁφή. Παραγγέλλει λοιπὸν εἰς ἡμᾶς ὁ Ἱερὸς Μελωδὸς νὰ φυλάττωμεν καθαρὰς τὰς νοερὰς αἰσθήσεις τῆς ψυχῆς, ἀπὸ κακὰς ἐπιθυμίας καὶ θυμούς, ἀπὸ λογισμοὺς βλασφήμους, πονηροὺς καὶ αἰσχρούς, καὶ ἁπλῶς εἰπεῖν, ἀπὸ ὅλα τὰ πάθη τὰ καλούμενα ψυχικά. Ὁμοίως νὰ φυλάττωμεν καθαρὰς καὶ τὰς αἰσθήσεις τοῦ σώματός μας. Καὶ τὰ μὲν ὀμμάτιά μας πρέπει νὰ φυλάττωμεν καθαρὰ ἀπὸ θέατρα καὶ χοροὺς καὶ παιγνίδια καὶ ἀπὸ ἄλλας αἰσχρὰς καὶ πονηρὰς θεωρίας, αἱ ὁποῖαι προξενοῦσι κέντρα τῶν σαρκικῶν ἡδονῶν. Τὰς δὲ ἀκοάς μας πρέπει νὰ φυλάττωμεν καθαρὰς ἀπὸ τὸ νὰ μὴ ἀκούουν τραγούδια, αἰσχρολογίας. Ὡσαύτως δὲ παραγγέλλει εἰς ἡμᾶς νὰ φυλάττωμεν καὶ τὰς ἄλλας αἰσθήσεις μας ἀπὸ τὰ βλαπτικὰ ἀντικείμενα, ἐπειδὴ ἀπὸ τὰς αἰσθήσεις ὡς ἀπό τινας θυρίδας ἀναβαίνει ὁ τῆς ψυχῆς θάνατος, κατὰ τὸ γεγραμμένον. «Ἀνέβη ὁ θάνατος διὰ τῶν θυρίδων» (Ἱερ. θ´ 21).
.              Φαίνεται δὲ ὅτι ἐρανίσθη τὰ λόγια ταῦτα ὁ Μελωδὸς ἀπὸ τὸν Θεολόγον Γρηγόριον λέγοντα· «Διατηρεῖται δὲ εἰς πέμπτην ἡμέραν (τὸ πρόβατον τὸ ἐν τῷ Πάσχα θυόμενον δηλαδὴ καὶ τὸν Χριστὸν προτυποῦν), ἴσως ὅτι καθαρτικὸν αἰσθήσεων τὸ ἐμὸν θύμα, ἐξ ὧν τὸ πταίειν, καὶ περὶ ἂς ὁ πόλεμος, εἰσδεχομένας τὸ κέντρον τῆς ἁμαρτίας» [Λόγος εἰς τὸ Πάσχα]. Ἐὰν λοιπὸν καθαρθῶμεν κατὰ τὰς αἰσθήσεις τῆς ψυχῆς καὶ τοῦ σώματος, μάλιστα δὲ κατὰ τὸν νοῦν καὶ τὴν ὅρασιν, βέβαια θέλομεν ἀξιωθῆ νὰ εἰδῶμεν μὲ τοὺς νοεροὺς ὀφθαλμοὺς τῆς ψυχῆς τὸν Δεσπότην Χριστόν, ὅστις ἀνιστάμενος ἀπὸ τὸν τάφον, ἐξαστράπτει ὑπὲρ τὸν ἥλιον μὲ τόσον πολὺ καὶ ὑπερβολικὸν φῶς τῆς ἀναστάσεως, ὥστε αὐτὸ διὰ τὴν ὑπερβολὴν εἶναι ἀπλησίαστον· οὕτω γὰρ καὶ ὁ Κύριος ἐβεβαίωσεν εἰπών· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται» (Ματθ. ε´ 8). Τὸ δὲ «Ἀπρόσιτον» ἐρανίσθη ὁ Μελωδὸς ἀπὸ τὸν Παῦλον λέγοντα· «Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον» (Α´ Τιμ. ϛ´ 16). Ὁμοίως, ἐὰν καθαρισθῶμεν κατὰ τὴν ἐσωτερικὴν καὶ νοερὰν ἀκοὴν τῆς ψυχῆς, καὶ κατὰ τὴν ἐξωτερικὴν ἀκοὴν τοῦ σώματος, βέβαια θέλομεν ἀκούσει καὶ ἡμεῖς τρανῶς τε καὶ καθαρῶς τὸν ἀναστάντα Χριστὸν νὰ λέγη καὶ πρὸς ἡμᾶς καθὼς εἰς τὰς Μυροφόρους τὸ «Χαίρετε».
.                 Τί λέγω; Ἐὰν καθαρισθῶμεν οὐ μόνον κατὰ τὰς δύο ταύτας αἰσθήσεις τὴν ὅρασιν καὶ τὴν ἀκοήν, ἀλλὰ καὶ καθ’ ὅλας ὁμοῦ, θέλομεν ἀπολαύσει τὰς νοητὰς χάριτας τοῦ ἀναστάντος Κυρίου· ἡ νοερὰ γὰρ ὄσφρησις ἡμῶν κεκαθαρμένη οὖσα ἔχει νὰ ὀσφραίνεται τὴν νοητὴν ὀσμὴν καὶ εὐωδίαν τοῦ μύρου τοῦ ἀποπνέοντος ἐκ τοῦ ἀναστάντος Δεσπότου, καθὼς γέγραπται. «Ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα» (Ἇσμ. α´ 3)· ὁμοίως καὶ ἡ νοερὰ ἡμῶν γεῦσις ἔχει νὰ γεύεται τὴν νοητὴν χρηστότητα τοῦ ἐκ νεκρῶν ἐγερθέντος, κατὰ τὸ «Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος» (Ψαλμ λγ´ 9)· ἀλλὰ καὶ ἡ νοερὰ ἡμῶν ἁφὴ θέλει αἰσθάνεται τῆς νοητῆς τοῦ ἀναστάντος περιλήψεως, κατὰ τὸ γεγραμμένον· «Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με» (Ἆσμ. β´ 6)· ὅθεν ὁ Σιναΐτης εἶπε θεῖος Γρηγόριος· «Ὁ μὴ ὁρῶν καὶ ἀκούων καὶ αἰσθανόμενος πνευματικῶς, νεκρός ἐστι» (Κεφ. πζ´)· ἀλλὰ καὶ ὁ πνευματοφόρος ἐκεῖνος καὶ ὑψηλόνους ἅγιος Κάλλιστος ἕνα ὁλόκληρον ἐξοδεύει ἐν χειρογράφοις σωζόμενον, ἐν ᾧ ἀποδεικνύει ὅτι παντὶ αἰσθητηρίῳ νοερῷ ληπτὸς ὁ Θεὸς διὰ φιλανθρωπίαν γίνεται.
.                 Ἐπειδὴ δὲ ὁ ἄνθρωπος δύναται νὰ ἀπολαύση τὰς νοητὰς χάριτας τοῦ ἀναστάντος Χριστοῦ μὲ ὅλας τὰς νοερὰς καὶ σωματικὰς αἰσθήσεις, πῶς ἐδῶ ὁ θεῖος Ἰωάννης ἀναφέρει μόνας τὰς δύο, τὴν ὅρασιν τῆς ψυχῆς (ἤτοι τὸν νοῦν· ὅπερ γάρ ἐστιν ὀφθαλμὸς τῷ σώματι, τοῦτο νοῦς τῇ ψυχῇ, κατὰ τὸν θεῖον Δαμασκηνὸν) καὶ τὴν ὅρασιν τοῦ σώματος, ὁμοίως καὶ τὴν ἀκοὴν τὴν ψυχικὴν καὶ τὴν σωματικήν; Εἰς λύσιν τῆς ἀπορίας τάυτης λέγομεν ὅτι τὰς δύο μόνον ἀνέφερεν ὁ Μελωδός, πρῶτον, διότι αὐταὶ εἶναι αἱ πρῶται καὶ κύριαι καὶ κορυφαιόταται τῶν ἄλλων, δεύτερον, διότι αὐταὶ μόναι αἱ δύο ἐνεργήθησαν ὑπὸ τῶν Μυροφόρων ἐν τῇ ἀναστάσει τοῦ Κυρίου· διὰ τῆς ὁράσεως γὰρ τῶν ὀφθαλμῶν εἶδον τὸν ἀναστάντα Χριστόν, καὶ διὰ τῆς ἀκοῆς ἤκουσαν τὰ γλυκύτατα λόγια ὅπου εἶπε πρὸς αὐτὰς μετὰ τὴν Ἀνάστασιν ὁ ἀναστὰς Ἰησοῦς· διότι ἂν καὶ ἡ ἁφὴ ἐτολμήθη παρὰ τῆς Μαρίας νὰ ἐνεργηθῆ, ἔμεινεν ὅμως πάλιν ἀνενέργητος· ἤκουσε γὰρ αὕτη νὰ τὴν ἐμποδίσῃ ὁ Κύριος, λέγων· «Μαρία μή μου ἅπτου» ( Ἰω. κ´ 17).
.                 Ἐὰν λοιπὸν καθαρισθῶμεν κατὰ τὰς αἰσθήσεις, καὶ μάλιστα κατὰ τὰς δύο, θέλομεν ἀπολαύσει τὰς χάριτας τοῦ ἀναστάντος, ὡς εἴπομεν ἀνωτέρω· ἐὰν δὲ ἤμεθα ἀκάθαρτοι κατ’ αὐτάς, δὲν θέλομεν ἀξιωθῆ οὔτε τὸν Χριστὸν νὰ ἰδῶμεν, οὔτε τὴν φωνὴν αὐτοῦ νὰ ἀκούσωμεν· ἐπειδή, κατὰ τὸν Σολομῶντα, «Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεω ἁμαρτίας» (Σοφ. α´ 4). καὶ κατὰ τὸν Θεολόγον Γρηγόριον, «Μῦρον δοχεῖον σαπρὸν οὐ πιστεύεται»· καὶ πάλιν· «Καθαροῦ γὰρ ἅπτεσθαι οὐ θέμις μὴ καθαρῷ», καὶ αὖθις· «Διὰ τοῦτο καθαρτέον πρῶτον ἑαυτόν, εἶτα τῷ καθαρῷ, προσομιλητέον» (Λόγος α´ περὶ Θεολογίας). Τί λέγω; ὄχι μόνο ἀκάθαρτοι ὄντες κατὰ τὴν ὄψιν καὶ ἀκοὴν δὲν θέλομεν ἰδεῖ τὸ ὑπέρλαμπρον καὶ παντοπόθητον πρόσωπον τοῦ ἀναστάντος Δεσπότου, οὔτε θέλομεν ἀκούσει τὴν γλυκυτάτην αὐτοῦ φωνήν, ἀλλὰ καὶ θέλομεν ἐλεγχθῆ παρ’ αὐτοῦ πρὸς ἡμᾶς λέγοντος ἐκεῖνα τὰ τοῦ Ἠσαΐου. «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε» ( Ἠσ. ϛ´ 9), ὁ γὰρ ἀκάθαρτος ὢν κατὰ τὰς αἰσθήσεις τῆς ψυχῆς καὶ τοῦ σώματος, αὐτὸς εἶναι ἀκάθαρτος καὶ κατὰ τὴν καρδίαν· ἀκάθαρτος δὲ καρδία μυστήρια Θεοῦ οὐ παραδέχεται· ὅθεν εἶπεν ὁ Κύριος ὅτι οὐχὶ οἱ ἀκάθαρτον ἔχοντες τὴν καρδίαν, ἀλλ’ οἱ καθαροὶ τῇ καρδίᾳ, αὐτοὶ τὸν Θεὸν ὄψονται (Ματθ. ε´ 8).

,

Σχολιάστε

Ο ΑΥΤΟΚΡΑΤΟΡΙΚΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Ὁ αὐτοκρατορικὸς Παρακλητικὸς Κανόνας

Τοῦ Γιώργου Ν. Παπαθανασόπουλου

 

 .                 Τὶς μισὲς ἀπὸ τὶς δεκαπέντε ἡμέρες πρὶν ἀπὸ τὴν ἑορτὴ τῆς Ὑπεραγίας Θεοτόκου στὶς Ὀρθόδοξες Ἐκκλησίες ψάλλεται ὁ Μέγας Παρακλητικὸς Κανόνας. Πρόκειται γιὰ ἐξαιρετικῆς ἔμπνευσης ἐκκλησιαστικὸ ὕμνο τοῦ αὐτοκράτορα τῆς Νικαίας Θεοδώρου Β΄ Δούκα Λασκάρεως, υἱοῦ τοῦ μεγάλου πατέρα του, αὐτοκράτορα Ἁγίου Ἰωάννη Βατάτζη. Ἀπὸ τοὺς εἰδικοὺς θεωρεῖται ἕνα ἀπὸ τὰ σημαντικότερα λογοτεχνικὰ ἔργα τῆς ὕστερης Βυζαντινῆς περιόδου καὶ εἶναι γραμμένο σὲ πρῶτο ἑνικὸ πρόσωπο, κάτι ὄχι σύνηθες.
.                 Ὁ αὐτοκράτορας Θεόδωρος Β΄ Δούκας Λάσκαρης ἀνῆλθε στὸν θρόνο τῆς Νικαίας τὸ 1254, σὲ ἡλικία 32 ἐτῶν καὶ ἀπεβίωσε τέσσερα χρόνια μετά. Ἡ αἰτία τοῦ θανάτου του δὲν ἔχει ἀπολύτως ἐξακριβωθεῖ. Λέγεται ὅτι ἔπασχε ἀπὸ ἀνίατη ἀσθένεια, ποὺ τὸν ὁδήγησε στὸν τάφο, ὅμως δὲν ἦσαν λίγοι ὅσοι ἐπιδίωξαν τὸν θάνατό του, μεταξὺ τῶν ὁποίων πιθανολογεῖται ὅτι ἦταν καὶ ὁ Μιχαὴλ Παλαιολόγος. Ὁ ἱδρυτὴς τῆς δυναστείας τῶν Παλαιολόγων, γιὰ νὰ καταλάβει τὸν θρόνο, ἐτύφλωσε τὸν ἀνήλικο υἱὸ τοῦ Θεοδώρου, Ἰωάννη Δ΄ Λάσκαρη (1250-1305), ὁ ὁποῖος ἔζησε τὸ ὑπόλοιπο τοῦ βίου του ὡς μοναχός. Σημειώνεται πὼς πρὶν τὸ τέλος τῆς ζωῆς τοῦ Ἰωάννη τὸν ἐπισκέφθηκε ὁ υἱός του Μιχαὴλ Ἀνδρόνικος Παλαιολόγος καὶ τοῦ ζήτησε ταπεινὰ συγγνώμην γιὰ τὴν ἐνέργεια τοῦ πατέρα του. Ὁ Θεόδωρος Β´ Δούκας Λάσκαρης  στὰ λίγα χρόνια της βασιλείας του, ὅπως γράφει ὁ μέγας βυζαντινολόγος Κρουμβάχερ, «δὲν ἀπομακρύνθηκε τῶν λαμπρῶν τοῦ πατρὸς του παραδόσεων εἰς τὴν διοίκηση τοῦ κράτους, ἰδίως δὲ ἀπέκτησε ἀνθηρὰ οἰκονομικὰ χωρὶς καταπιεστικὴ φορολογία, παράλληλα δὲ ἦταν φίλος τῆς Παιδείας. Ἂν καὶ φιλάσθενος, ἦταν ἐξαίρετος στρατιώτης».
.                 Μέσα σὲ μύριες δυσκολίες καὶ ὑπονομεύσεις στὸ ἐσωτερικὸ καὶ στὸ ἐξωτερικὸ τῆς αὐτοκρατορίας ὁ Θεόδωρος Δούκας Λάσκαρης πέτυχε νὰ διατηρήσει ἰσχυρὴ τὴν σὲ ἐξορία Βυζαντινὴ Αὐτοκρατορία. Παράλληλα σπούδασε  μὲ πάθος τὶς ἐπιστῆμες τῆς ἐποχῆς -φιλολογία, μαθηματικά, φυσικὴ καὶ φιλοσοφία-  κοντὰ στοὺς Νικηφόρο Βλεμμύδη καὶ Γεώργιο Ἀκροπολίτη καὶ συνέλεξε βιβλία πού, κατὰ τὸν Κων. Σάθα, ἦσαν τόσα «ὅσα οὔτε ὁ ὑπερηφανευόμενος γιὰ τὴν βιβλιοθήκη του στὴν Ἀλεξάνδρεια Πτολεμαῖος δὲν εἶχε συγκεντρώσει». Κοντὰ στοὺς πολέμους καὶ στὴν ἀντιμετώπιση τῶν σὲ βάρος του δολοπλοκιῶν εὕρισκε χρόνο γιὰ νὰ ἀναπτύξει τὴν ἑλληνορθόδοξη Παιδεία στὴν αὐτοκρατορία. Ὁ ἴδιος παρομοίαζε τὴ χαρά του ἀπὸ τὸ ἐνδιαφέρον ποὺ ἔδειχναν γιὰ τὴν ἑλληνικὴ Παιδεία οἱ ὑπήκοοί του μὲ ἐκείνη τοῦ κηπουροῦ ποὺ βλέπει τὸν κῆπο του γεμάτο ἀπὸ καρπούς. Ὁ Βασίλιεφ, ἄλλος σπουδαῖος βυζαντινολόγος, περιγράφει τὸ πόση ἑλληνικὴ ὑπερηφάνεια ἔνιωσε ὁ αὐτοκράτορας, ὅταν ἐπισκέφθηκε τὴν Πέργαμο. Τότε βεβαίως οἱ Γερμανοὶ δὲν εἶχαν ἀφαιρέσει τὸν ἐπιβλητικὸ ναό, ποὺ πιστεύεται πὼς ἦταν ἀφιερωμένος στὸν Δία καὶ βρίσκεται στὸ Μουσεῖο τοῦ Βερολίνου. Ἡ ὑπερηφάνεια αὐτὴ γιὰ τὴν καταγωγή του φαίνεται καὶ ἀπὸ τὰ γνωμικά του ποὺ διασώθηκαν, ὅπως: «Ἁπασῶν γλωσσῶν τὸ ἑλληνικὸν ὑπέρκειται γένος» καὶ «Πᾶσα τοίνυν φιλοσοφία καὶ γνῶσις Ἑλλήνων εὕρεμα…Σὺ δὲ ὦ Ἰταλέ, τίνος ἕνεκεν ἐγκαχαῦσαι;».
.                 Πέραν τοῦ ποιητικοῦ του ταλέντου ὁ Θεόδωρος Δούκας Λάσκαρης ἦταν καὶ ἔγκριτος θεολόγος καὶ ἐν μέσῳ μυρίων δυσκολιῶν ὑπεράσπισε τὰ δίκαια τῆς Ὀρθοδοξίας ἔναντι τῶν Λατίνων. Σὲ γράμμα του πρὸς τὸν ἐπίσκοπο Κορώνης γράφει, μεταξὺ τῶν ἄλλων: «… Ἀπολογεῖται σοι ἡ βασιλεία μου ὅτι ἡ καθ᾽ ἡμᾶς ἁγιωτάτη τοῦ Θεοῦ μεγάλη Ἐκκλησία, καθὼς μέλλεις γνωρίσαι ἐκ τῶν κατωτέρω ρηθησομένων ἐγγράφων, μαρτυριῶν καὶ ρήσεων εὐαγγελικῶν, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ μόνου ἐκπορεύεσθαι δογματίζει, ἐκ τοῦ Υἱοῦ δὲ οὐκ ἐκπορεύεσθαι μὲν φαμέν, διὰ τοῦ Υἱοῦ δὲ χορηγεῖσθαι ἡμῖν  πρὸς κάθαρσιν καὶ ἁγιασμόν, καὶ πιστεύομεν καὶ δοξάζομεν…».  Λίγο πρὸ τοῦ θανάτου του καὶ ἔχοντας ἀντιληφθεῖ τὸ τέρμα τῆς ἐπίγειας ζωῆς του ὁ Θεόδωρος ἀντάλλαξε τὸν αὐτοκρατορικὸ μανδύα μὲ τὸ ταπεινὸ μοναχικὸ ἔνδυμα.
.                 Ὅπως γράψαμε ἤδη, στὴ βραχύχρονη βασιλεία του ὁ Θεόδωρος γνώρισε πολλὲς πίκρες, τὸν βρῆκαν συμφορὲς καὶ ἀσθένειες, ἀντιμετώπισε δολοπλοκίες, πολέμους καὶ προδοσίες. Καταφυγη του ἦταν ἡ Παναγία, ὅπως ἐκφράζεται καὶ μέσα ἀπὸ τὸν Μεγάλο Παρακλητικό του Κανόνα. Ἀναφέρουμε πέντε χαρακτηριστικοὺς ὕμνους:
.                 «Καταιγίς με χειμάζει, τῶν συμφορῶν Δέσποινα, καὶ τῶν λυπηρῶν τρικυμίαι καταποντίζουσιν, ἀλλὰ προφθάσασα, χεῖρά μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις καὶ προστασία μου».
.                 «Οἱ μισοῦντές με μάτην, βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητοῦσι, τὸ πανάθλιον σῶμα σπαράξαι μου καὶ καταβιβᾶσαι πρὸς γῆν, Ἁγνὴ ἐπιζητοῦσιν, ἀλλ᾽ ἐκ τούτων προφθάσασα, σῶσόν με».
.                 «Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης μὲ λύτρωσαι καὶ τῇ σῇ δυνάμει, ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων καὶ μισούντων με Κόρη πανύμνητε».
.                 «Τὰ νέφη τῶν λυπηρῶν ἐκάλυψαν, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμὸν ἐμποιοῦσι μου Κόρη, ἀλλ᾽ ἡ γεννήσασα Φῶς τὸ ἀπρόσιτον, ἀπέλασον ταῦτα μακράν, τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σου».
.                 «Τὴν δέησίν μου δέξαι τὴν πενιχρὰν καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα καὶ στεναγμόν, ἀλλ´ ἀντιλαβοῦ μου, ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλήρωσον. Δύνασαι γὰρ πάντα ὡς πανσθενοῦς Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις ἔτι μόνον πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν».
.                 Εἶναι βέβαιο πὼς ὁ Μικρὸς Παρακλητικὸς Κανόνας εἶναι δημοφιλέστερος τοῦ Μεγάλου καὶ ψάλλεται σὲ κάθε περίσταση. Ὅμως καὶ ὁ Μεγάλος ἀγγίζει τὶς καρδιὲς τῶν πιστῶν, ἐνῶ ὁ σπουδαῖος ποιητής του καὶ σημαντικὸς Ἕλληνας αὐτοκράτορας Θεόδωρος Β´ Δούκας Λάσκαρης παραμένει γιὰ τοὺς πολλοὺς ἄγνωστος. Μακάρι νὰ ὑπάρξουν ἐρευνητὲς ποὺ νὰ τὸν μελετήσουν σὲ βάθος καὶ νὰ ἀναδείξουν τὸ ἦθος, τὶς ἱκανότητες καὶ τὸ ἔργο του.–

 

 

, ,

Σχολιάστε

ΔΡΑΜΑΤΙΚΗ ΕΚΦΡΑΣΗ- ΕΚΠΛΗΚΤΙΚΗ ΑΝΘΗΣΗ ΨΥΧΗΣ

https://christianvivliografia.wordpress.com/2012/04/11/ἀριστούργημα-ποιητικό/

Σχολιάστε

ΠΑΡΑΚΛΗΣΙΣ ΠΑΝΑΓΙΑΣ «ΠΑΡΑΜΥΘΙΑΣ»

ΠΑΝΑΓΙΑ ΠΑΡΑΜΥΘΙΑ

ΠΑΡΑΚΛΗΣΙΣ «ΠΑΡΑΜΥΘΙΑΣ»

.        Ἡ «ΧΡΙΣΤΙΑΝΙΚΗ ΒΙΒΛΙΟΓΡΑΦΙΑ» ἔχει ἀπὸ τριμήνου ἀρχίσει τὴν κατὰ δύναμιν ἐπιμελημένη παρουσίαση καὶ ἀνάρτηση ΠΑΡΑΚΛΗΤΙΚΩΝ ΚΑΝΟΝΩΝ στὴν ΚΥΡΙΑ ΘΕΟΤΟΚΟ γιὰ πνευματικὴ ἀξιοποίηση καὶ προσευχητικὴ χρήση.

βλ. σχετ.: 1. ΠΑΡΑΚΛΗΣΙΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ «ΑΞΙΟΝ ΕΣΤΙΝ»,

2. ΠΑΡΑΚΛΗΣΙΣ ΓΟΡΓΟΫΠΗΚΟΟΥ,

ΠΑΡΑΚΛΗΣΙΣ ΜΥΡΤΙΔΙΩΤΙΣΣΗΣ

4.  (https://christianvivliografia.wordpress.com/2012/11/19/παράκλησις-παναγίας-πορταϊτίσσης/ΠΑΡΑΚΛΗΣΙΣ ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ

Ἐπίσης: βλ. σχετ.: ΟΙ 7 ΘΑΥΜΑΤΟΥΡΓΕΣ ΕΙΚΟΝΕΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΣΤΗΝ Ι. ΜΟΝΗ ΒΑΤΟΠΑΙΔΙΟΥ:

https://christianvivliografia.wordpress.com/2012/09/17/οἱ-7-θαυματουργὲς-εἰκόνες-τῆς-παναγί/

Η ΘΑΥΜΑΤΟΥΡΓΟΣ ΕΙΚΩΝ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΠΑΡΑΜΥΘΙΑΣ-1
https://christianvivliografia.wordpress.com/2012/10/11/ἡ-θαυματουργὸς-εἰκὼν-παναγίας-παρ1/

, ,

Σχολιάστε

ΠΑΡΑΚΛΗΣΙΣ ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ

ΠΑΡΑΚΛΗΣΙΣ ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ

.        Ἡ «ΧΡΙΣΤΙΑΝΙΚΗ ΒΙΒΛΙΟΓΡΑΦΙΑ» ἔχει ἀπὸ διμήνου ἀρχίσει τὴν κατὰ δύναμιν ἐπιμελημένη παρουσίαση καὶ ἀνάρτηση ΠΑΡΑΚΛΗΤΙΚΩΝ ΚΑΝΟΝΩΝ στὴν ΚΥΡΙΑ ΘΕΟΤΟΚΟ γιὰ πνευματικὴ ἀξιοποίηση καὶ προσευχητικὴ χρήση.

βλ. σχετ.: 1. ΠΑΡΑΚΛΗΣΙΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ «ΑΞΙΟΝ ΕΣΤΙΝ»,

2. ΠΑΡΑΚΛΗΣΙΣ ΓΟΡΓΟΫΠΗΚΟΟΥ,

3 ΠΑΡΑΚΛΗΣΙΣ ΜΥΡΤΙΔΙΩΤΙΣΣΗΣ

, , ,

Σχολιάστε