ΑΠΟΓΝΩΣΗ καὶ ΜΕΤΑΝΟΙΑ-1

Τοῦ Ἁγίου Ἀμφιλοχίου περὶ τοῦ μὴ ἀπογινώσκειν
[Α´]

(Ἀπὸ τὸν Εὐεργετινό)

ἠλ. στοιχ. «Χριστ. Βιβλιογρ.»

.            Ἀδελφός τις ἡττηθεὶς ὑπὸ τῆς πορνείας, καθ’ ἡμέραν ηὑρίσκετο τὴν ἁμαρτίαν ἐπιτελῶν· καθ’ ἑκάστην δὲ δάκρυσι καὶ προσευχαῖς ἐξιλεοῦτο τὸν δεσπότην τὸν ἴδιον· οὕτω δὲ ποιῶν (καὶ) δελεαζόμενος τῇ κακίστῃ συνηθείᾳ, τὴν ἁμαρτίαν ἐπετέλει.
.             Ἔπειτα πάλιν μετὰ τὸ τελέσαι τὴν ἁμαρτίαν, ἐν τῇ Ἐκκλησίᾳ ἀπήρχετο· καὶ βλέπων τὸν τίμιον καὶ σεβάσμιον χαρακτῆρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔρριπτεν ἑαυτὸν ἔμπροσθεν αὐτοῦ μετὰ πικρῶν δακρύων λέγων· ἐλέησόν με, Κύριε, καὶ ἆρον ἀπ’ ἐμοῦ τὸν δόλιον πειρασμὸν τοῦτον, ὅτι ὑπωπιάζει με δεινῶς, καὶ τιτρώσκει με τῇ πικρίᾳ τῶν ἡδονῶν· οὐ γὰρ ἔχω πρόσωπον, δέσποτα, ἀτενίσαι καὶ ἰδεῖν τὸν χαρακτῆρα τὸν ἅγιόν σου, καὶ τὴν ὑπερήλιον τοῦ προσώπου σου θέαν, ὅπως ἡ καρδία μου ἠδυνθεῖσα εὐφρανθήσεται.
.            Ταῦτα λέγων καὶ ἐξερχόμενος τῆς ἐκκλησίας, εἰς τὸν βόρβορον ἔπιπτεν· ἀλλ’ ὅμως οὔτε πάλιν ἐπεγίνωσκε τῆς ἑαυτοῦ σωτηρίας, ἀλλ’ ἐκ τῆς ἁμαρτίας ἀνθυποστρέφων ἐν τῇ ἐκκλησίᾳ, τὰ παρόμοια ἐπεφώνει πρὸς τὸν φιλάνθρωπον λέγων Κύριον καὶ Θεόν· σέ, Κύριε, ἐγγυητὴν τίθημι ἀπὸ τοῦ νῦν , ὅτι οὐκέτι ποιῶ τὴν ἁμαρίαν ταύτην· μόνον ἀγαθὲ συγχώρησόν μοι ἅπερ ἀπ’ ἀρχῆς καὶ μέχρι τῆς δεῦρο σοι ἥμαρτον.
.             Ἡνίκα δὲ τὰς φοβερὰς ταύτας εἶχε ποιῆσαι συνθήκας, πάλιν εἰς τὴν πονηρὰν αὑτοῦ ἁμαρτίαν εὑρίσκετο· καὶ ἦν ἰδεῖν τις τὴν γλυκυτάτην τοῦ Θεοῦ φιλανθρωπίαν καὶ ἄπειρον ἀγαθότητα ἀνεχομένην καθ’ ἑκάστην, καὶ ὑπομένουσαν τὴν ἀδιόρθωτον καὶ πονηρὰν παράβασιν καὶ ἀγνωμοσύνην τοῦ ἀδελφοῦ καὶ ἀπὸ πλήθους ἐλέους ζητοῦσαν αὐτοῦ τὴν μετάνοιαν καὶ τὴν ἀμεταστρεπτὶ ἐπιστροφήν· οὐ γὰρ χρόνον τοῦτο ἐποίησεν, ἢ δύο ἢ τρεῖς, ἀλλ’ ἐπὶ δέκα ἔτεσι, καὶ ἐπέκεινα.

Ἑρμηνεία

.          Κάποιος ἀδελφός νικηθεὶς ἀπὸ τὸ πάθος τῆς πορνείας, ἐπετέλει καθημερινὰ τὴν ἁμαρτίαν. Ἀλλὰ καὶ καθ’ ἑκάστην ὅμως μὲ δάκρυα καὶ προσευχάς, προσέπιπτεν εἰς τὸν Δεσπότην καὶ Κύριον καὶ ἐλάμβανε παρ’ Αὐτοῦ συγγνώμην. Ἐνῷ δὲ εἶχε μετανοήσει, τὴν ἑπομένην ἡμέραν, ἐξαπατώμενος καὶ πάλιν ἀπὸ τὴν αἰσχρὰν συνήθειαν, ἐπετέλει τὴν ἁμαρτίαν.
.           Ἔπειτα, μετὰ τὴν ἐκτέλεσιν τῆς ἁμαρτίας, μετέβαινεν εἰς τὴν Ἐκκλησίαν, ὅπου ἔπιπτε πρὸ τῆς τιμίας καὶ σεβασμίας εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ μὲ πικρὰ δάκρυα ἐξωμολογεῖτο πρὸς τὸν Ἰησοῦν· «Κύριε ἐλέησόν με, καὶ σήκωσε ἀπ’ ἐπάνω μου τὸν φοβερὸν αὐτὸν πειρασμόν, διότι μὲ βασανίζει φοβερὰ καὶ μὲ τραυματίζει μὲ τὴν πικρίαν τῶν ἡδονῶν· δὲν ἔχω, Δέσποτά μου, καθαρὸν τὸ πρόσωπον πλέον, διὰ νὰ ἐνατενίσω εἰς τὴν εἰκόνα Σου καὶ νὰ ἰδῶ τὴν ἁγίαν Σου μορφήν, καὶ τὴν λαμπροτέραν ἀπὸ τὸν ἥλιον θέαν τοῦ προσώπου Σου, ὥστε νὰ γλυκανθῇ ἡ καρδία μου καὶ νὰ εὐχαριστηθῇ».
.              Ἐνῶ δὲ ἀκόμη τὰ χείλη του ἐψιθύριζον τοὺς λόγους αὐτούς, μόλις ἐξήρχετο ἀπὸ τὴν ἐκκλησίαν, ἔπιπτεν ἐκ νέου εἰς τὸν βόρβορον.
.            Παρ’ ὅλα αὐτὰ ὅμως δὲν ἀπηλπίζετο διὰ τὴν σωτηρίαν του, ἀλλ’ ἐπιστρέφων ἀπὸ τὴν ἁμαρτίαν, ἐφώναζεν, ἐντὸς τῆς ἐκκλησίας, τὰ ἴδια πρὸς τὸν φιλάνθρωπον Θεὸν καὶ Κύριον ἤ ἔλεγε τὰ ἑξῆς· «Κύριέ μου, σὲ ὁρίζω ἐγγυητὴν εἰς τὴν ὑπόσχεσίν μου, ὅτι ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς δὲν θὰ διαπράξω ποτὲ πλέον αὐτὴν τὴν ἁμαρτίαν. Μόνον, ἀγαθὲ καὶ πολυεύσπλαγχνε Κύριε, συγχώρησον ὅσας ἁμαρτίας ἀπὸ τὴν ἀρχὴν μέχρις αὐτῆς τῆς στιγμῆς ἔχω διαπράξει».
.            Μόλις δὲ ἔδιδεν αὐτὰς τὰς φοβερὰς ὑποσχέσεις, πάλιν εὑρίσκετο αἰχμάλωτος τῆς πονηρᾶς αὐτοῦ ἁμαρτίας. Καὶ ἤξιζε κανεὶς νὰ θαυμάσῃ τὴν γλυκυτάτην φιλανθρωπίαν τοῦ Θεοῦ καὶ τὴν ἄπειρον ἀγαθότητα, μὲ τὴν ὁποίαν ἠνείχετο καθημερινῶς τὴν ἀδιόρθωτον καὶ πονηρὰν παράβασιν καὶ ἀγνωμοσύνην τοῦ ἀδελφοῦ! Πραγματικῶς ὁ Θεός, λόγῳ τοῦ πλήθους τοῦ ἐλέους Του, ἐπεζήτει ἐπιμόνως τὴν μετάνοιαν τοῦ ἁμαρτάνοντος ἐκείνου ἀδελφοῦ καὶ τὴν ἀμεταστρεπτον ἐπιστροφήν του. Διότι αὐτὸ συνέβαινεν ὄχι ἐπὶ ἕν ἢ δύο ἢ τρία ἔτη, ἀλλὰ πλέον τῶν δέκα ἐτῶν.

ΣΥΝΕΧΙΖΕΤΑΙ

,

  1. Σχολιάστε

Ἀπαντῆστε

Συμπληρῶστε κατωτέρω τὰ στοιχεῖα σας ἢ πατῆστε σὲ ἕνα εἰκονίδιο γιὰ νὰ συνδεθῆτε.

Λογότυπος τοῦ WordPress.com

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ WordPress.com. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Google. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Εἰκόνα Twitter

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Twitter. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Φωτογραφία στὸ Facebook

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Facebook. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Σύνδεση μὲ τὸ %s σὲ ἐξέλιξη...

%d ἱστολόγοι ἔχουν δηλώσει ὅτι αὐτὸ τοὺς ἀρέσει: