ΤΟ ΜΟΝΑΔΙΚΟ ΚΑΚΟ ΕΙΝΑΙ Η ΑΜΑΡΤΙΑ (Μ. Βασίλειος)

Ἀπόσπασμα τῆς Ὁμιλίας
τοῦ Μεγ. Βασιλείου
«ΟΤΙ ΟΥΚ ΕΣΤΙΝ ΑΙΤΙΟΣ ΤΩΝ ΚΑΚΩΝ Ο ΘΕΟΣ»

.             Ὥστε τὰ τοιαῦτα κακὰ παρὰ Θεοῦ γίνεται, τῶν ἀληθινῶν κακῶν τὴν γένεσιν ἐξαιροῦντα· Αἵ τε γὰρ κατὰ τὸ σῶμα κακώσεις, καὶ τὰ ἐκτὸς ἐπίπονα, πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπινενόηνται· Ἀναιρεῖ τοίνυν τὸ κακὸν ὁ Θεός· οὐχὶ δὲ τὸ κακὸν ἐκ τοῦ Θεοῦ· ἐπεὶ καὶ ὁ ἰατρὸς ἐξαιρεῖ τὴν νόσον, ἀλλ’ οὐχὶ νόσον ἐμβάλλει τῷ σώματι·
.           Πόλεων δὲ ἀφανισμοὶ, σεισμοί τε καὶ ἐπικλύσεις, καὶ στρατοπέδων ἀπώλειαι, καὶ ναυάγια, καὶ πᾶσαι πολυάνθρωποι φθοραὶ, εἴτε ἐκ γῆς, εἴτε ἐκ θαλάσσης, εἴτε ἐξ ἀέρος, ἢ πυρὸς, ἢ ἐξ ὁποιασοῦν αἰτίας ἐπιγινόμεναι, εἰς τὸν τῶν ὑπολειπομένων σωφρονισμὸν γίνονται, τὴν πάνδημον πονηρίαν δημοσίαις μάστιξι τοῦ Θεοῦ σωφρονίζοντος· Τὸ μὲν οὖν κυρίως κακὸν ἡ ἁμαρτία, ὅπερ μάλιστά ἐστι τῆς τοῦ κακοῦ προσηγορίας ἄξιον, ἐκ τῆς ἡμετέρας προαιρέσεως ἤρτηται, ἐφ᾽ ἡμῖν ὄντος ἢ ἀπέχεσθαι τῆς πονηρίας, ἢ μοχθηροῖς εἶναι· τῶν δὲ λοιπῶν τὰ μὲν ὡς ἀγωνίσματα εἰς ἐπίδειξιν ἀνδρείας προβάλλεται, ὡς τῷ Ἰὼβ ἡ τῶν παίδων στέρησις, ὁ τοῦ πλούτου παντὸς ἐν μιᾷ καιροῦ ῥοπῇ ἀφανισμὸς, ἡ διὰ τοῦ ἕλκους πληγή· τὰ δὲ ὡς θεραπεία τῶν ἡμαρτημένων, ὡς τῷ ∆αβὶδ ἡ περὶ τὸν οἶκον αἰσχύνη, παρανόμου ἐπιθυμίας δίκας ἀποτιννύντι.

 

 

 

  1. Σχολιάστε

Ἀπαντῆστε

Συμπληρῶστε κατωτέρω τὰ στοιχεῖα σας ἢ πατῆστε σὲ ἕνα εἰκονίδιο γιὰ νὰ συνδεθῆτε.

Λογότυπος τοῦ WordPress.com

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ WordPress.com. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Google. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Εἰκόνα Twitter

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Twitter. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Φωτογραφία στὸ Facebook

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Facebook. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Σύνδεση μὲ τὸ %s σὲ ἐξέλιξη...

%d ἱστολόγοι ἔχουν δηλώσει ὅτι αὐτὸ τοὺς ἀρέσει: