ΑΓ. ΣΥΜΕΩΝ Ν. ΘΕΟΛΟΓΟΣ: «ΘΕΛΕΙΣ ΝΑ ΜΑΘΗΣ ΤΙ ΕΚΑΝΑΝ ΟΙ ΑΓΙΟΙ ΠΑΤΕΡΕΣ ΗΜΩΝ; ΔΙΑΒΑΣΕ ΤΟΥΣ ΒΙΟΥΣ ΤΩΝ»

Ἀπόσπασμα ἀπὸ τὴν ϛ´ Κατήχησι
τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Συμεὼν τοῦ Ν. Θεολόγου
«Περὶ ἐργασίας πνευματικῆς.
Καὶ τίς ἦν ἡ ἐργασία τῶν παλαιῶν ἁγίων.
Καὶ πῶς ταύτην κατορθῶσαι δυνάμεθα, ἵνα καὶ μέτοχοι,
ὥσπερ ἐκεῖνοι, τοῦ Παναγίου γενώμεθα Πνεύματος
».

S. C. 104, Les editions du Cerf, Paris, 1964, σελ. 12 ἑπ. 

.  Βούλῃ τοιγαροῦν ἀκοῦσαι τί ποίουν οἱ πατέρες μν οἱ γιοι, ἐν τοῖς ἑαυτῶν κελλίοις καθήμενοι;  νάγνωθι τος βίους ατν καὶ μάθε σὺ πρτον τν σωματικν τέως [τουλάχιστον] πρᾶξιν ατν, εἶτα ἐγώ σοι ἀναγγελῶ τὴν πνευματικὴν ἐργασίαν ἣν ἐκεῖνοι εἰργάζοντο. Οἱ γὰρ τοὺς βίους συγγραψάμενοι τῶν ἁγίων, τς πράξεις ατν δήλωσαν τς σωματικάς, τὴν ἀκτημοσύνην, τὴν νηστείαν, τὴν ἀγρυπνίαν, τὴν ἐγκράτειαν, τὴν ὑπομονὴν καὶ καθεξῆς τὰ λοιπά, ἵνα μὴ πάντα ἀπαριθμοῦντες τὸν λόγον μηκύνωμεν, τν δὲ πνευματικν ατν ργασίαν μικρόν τε καὶ ς ν σόπτρῳ διὰ τν τοιούτων δήλωσαν, ἵνα οἱ τοὺς κόπους ἐκείνων καὶ τὴν πίστιν ἐκ τῶν ἔργων ἐπιδεικνύμενοι, ἔργοις αὐτοῖς καὶ τῶν πνευματικῶν χαρισμάτων αὐτῶν ἐν γνώσει καὶ μετοχῇ γένωνται, οἱ δέ γε λοιποὶ μηδὲ ἀκοῦσαι περὶ τῶν τοιούτων ἀξιωθήσωνται. Ἐπεὶ δὲ εἰς τοσοῦτον ἀνοίας βόθρον κατήχθημεν, ὡς καὶ δίχα τῶν ἔργων, ὧν ἐκεῖνοι εἰργάσαντο, ἴσως ἐκείνοις τὴν χάριν ἔχειν καὶ ἡμᾶς οἴεσθαι, φέρε τὸν περὶ ἐκείνων γυμνάσωμεν λόγον καὶ ἀπὸ τῶν μεμαρτυρημένων πραγμάτων τὴν πληροφορίαν λαβόντες, σπουδάσωμεν τέως κατὰ πόδας κείνων βαδίσαι, εἰ καὶ μὴ φθάσαι δυνηθῶμεν αὐτούς.

 […]

 .           Πῶς οὖν οἱ μηδὲ λαβεῖν ἀξιωθέντες ποτὲ ἢ κατιδεῖν τὴν δόξαν ταύτην ποσῶς, λέγουσιν ἔχειν ταύτην ὅλην ἐν ἑαυτοῖς, ἀπορῶ. Ἀλλ᾽  ὢ τῆς πωρώσεως, ὢ τοῦ σκοτασμοῦ, ὢ τῆς ἀγνοίας καὶ τῆς ματαίας οἰήσεως, ποῦ πότε τοῦτο ἢ διὰ ποίων γραφῶν μεμαθήκασιν; Ὄντως ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία καὶ ἔμειναν ἐν Αἰγύπτῳ, τουτέστιν ἐν τῷ σκότει τῶν παθῶν αὐτῶν καὶ τῶν ἡδονῶν.
.           Οἱ γὰρ τὴν γῆν τῆς ἐπαγγελίας ἰδεῖν ποθήσαντες, ἣν πραέων ὀφθαλμοὶ καὶ ταπεινῶν καὶ πτωχῶν βλέπειν καταξιοῦνται, πᾶσαν στενοχωρίαν καὶ πᾶσαν θλίψιν καὶ εὐτέλειαν καταδέχονται καὶ ἀπὸ πάσης καὶ παντοίας σωματικῆς ἡδονῆς καὶ τιμῆς καὶ ἀνέσεως σφοδρῶς ἀπέχονται. Οὐ μόνον δὲ ἀλλὰ καὶ ἀπὸ παντὸς ἀνθρώπου μικροῦ τε καὶ μεγάλου χωρίζονται, φεύγοντες αὐτοὺς ἀμίσως, ἵνα ταύτης καταξιωθῶσιν ἐπιβῆναι πρὸ τοῦ ἐκκοπῆναι τὸν δρόμον αὐτῶν ἀπὸ τῆς ὁδοῦ τῆς παρούσης ζωῆς. Ταπεινούμενοι γὰρ καὶ ὡς πονηροὶ καὶ προσκεκρουκότες πολλὰ ἐπ᾽ ἀληθῶς διακείμενοι, οὐ μὴν ἀλλὰ γὰρ καὶ ὡς ἐχθροὶ καὶ παραβάται τῶν ἐντολῶν τοῦ Θεοῦ στυγνοὶ καὶ λελυπημένοι διάγουσιν, ἐπιποθοῦντες μαθεῖν τὸ τί ἂν δέοι αὐτοὺς διαπράξασθαι πρὸς τὸ καταλλαγῆναι τῷ Δεσπότῃ Χριστῷ. Διὰ τοῦτο τοίνυν χαρίζεται αὐτοῖς ὁ Κύριος οὐ μόνον τὸ γνῶναι ὅ τι δέοι ποιῆσαι, ἀλλὰ καὶ ἰσχὺς δίδοται αὐτοῖς παρ᾽  αὐτοῦ καὶ ὑπομονὴ εἰς τὸ ἐκπληρώσαντας πάντα ἃ δεῖ, αὐτὸν ἐκεῖνον ἰδέσθαι καὶ κτήσασθαι τὸν ἐπὶ πάντων καὶ ἐπὶ πᾶσι Θεὸν καὶ τηνικαῦτα ὡς ἐν οὐρανῷ διάγειν καὶ ἐκεῖσε τὸ πολίτευμα ἔχειν, κἂν ἐν σπηλαίοις κἂν ἐν ὄρεσι κἂν ἐν κελλίοις διάγωσι, κν ν μέσαις ναστρέφωνται πόλεσι, καὶ οὕτως ἀεὶ ἐν χαρᾷ καὶ εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀρρήτῳ δουλεύειν αὐτῷ.  Ατη τοιγαρον ἡ ργασία τν γίων στίν, ατη πράξις τν ν Πνεύματι γομένων Θεο. […]

 […]

.           Εἰ οὖν σὺ ταπεινωθῆναι καὶ ὑποταγῆναι, θλιβῆναι τε καὶ ἀτιμασθῆναι, ἐξουδενωθῆναι καὶ λοιδορηθῆναι καὶ ὡς εἷς τῶν ἀφανῶν καὶ ἀφρόνων καὶ εὐτελῶν καὶ παραπεσόντων, ἀδελφέ, οὐ καταδέχῃ γενέσθαι, ἀλλ᾽  οὐδὲ καταφρονηθῆναι παρὰ παντὸς ἀνθρώπου καὶ ὡς εἷς τῶν ἐπιλήπτων καὶ προσαιτούντων εἰς τὰς πλατείας καὶ ρύμας τῆς πόλεως λογισθῆναι, πῶς, εἰπέ, γένῃ ξένος τοῦ ἰδίου θελήματος; Εἰ γὰρ ταῦτα πρὸς δοκιμὴν καὶ πεῖραν ἐπερχόμενα φέρειν ἐν ὑπομονῇ πᾶσιν ἡμῖν ὁ Θεὸς ἐνετείλατο, μᾶλλον δὲ οὐ πρὸς δοκιμὴν καὶ πεῖραν, ἀλλὰ πρὸς κάθαρσιν τῶν ψυχῶν ἡμῶν ἐπαγόμενα, ἡμεῖς ὑπομεῖναι ταῦτα οὐ θέλομεν, ἀλλὰ ζῇ ἐν ἡμῖν τὸ μὴ θέλειν ταῦτα παθεῖν, ὅπερ ἐστὶ τὸ γεῶδες φρόνημα τῆς σαρκός, πῶς νεκροὶ γενησόμεθα; Οὐδαμῶς. Ε δ μ νεκρο τ κόσμῳ κα τος ν κόσμῳ γενοίμεθα, πς ο μ γεγονότες δι Θεν νεκρο ζήσωμεν τν ν Χριστ κεκρυμμένην ζωήν; Πς, ς γιος επε Συμεών, θεασώμεθα τν Θεν νοικήσαντα ς φς ν μῖν; Οδαμς, δελφοί, μηδες πλανάτω μς.  

[…]

.           Διὰ τοῦτο τοιγαροῦν λέγω καὶ λέγων οὐ παύσομαι, ὅτι ο μ τ πάθη Χριστο δι μετανοίας καὶ πακος μιμησάμενοι κα το θανάτου ατο μέτοχοι γεγονότες, καθς νωτέρω λεπτομερς δηλώσαμεν, οτε τς πνευματικς ατοῦ ναστάσεως συμμέτοχοι γενήσωνται, οτε Πνεμα λάβωσιν γιον. Διὰ γὰρ τοῦ Ἁγίου Πνεύματος ἡ ἀνάστασις πάντων γίνεται· καὶ οὐ λέγω τὴν ἐπὶ συντελείᾳ τῶν σωμάτων ἀνάστασιν – σαλπίσει γὰρ τότε ὁ ἄγγελος καὶ τὰ νεκρὰ σώματα ἀναστήσονται -, ἀλλὰ τν καθ᾽  κάστην γινομένην τν νεκρν ψυχν πνευματικς πνευματικν ναγέννησιν καὶ νάστασιν, ἣν ὁ ἅπαξ ἀποθανὼν καὶ ἐγερθεὶς καὶ διὰ πάντων καὶ εἰς πάντας τοὺς ἀξίως βιοῦντας ἀνιστάμενος καὶ τὰς συναποθανούσας αὐτῷ τὴ προθέσει καὶ τῇ πίστει ψυχὰς συνεγείρων, δίδωσι διὰ τοῦ Παναγίου αὐτοῦ Πνεύματος, δωρούμενος αὐταῖς ἀπεντεῦθεν ἤδη τὴν βασιλείαν τῶν οὐρανῶν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

  1. Σχολιάστε

Ἀπαντῆστε

Συμπληρῶστε κατωτέρω τὰ στοιχεῖα σας ἢ πατῆστε σὲ ἕνα εἰκονίδιο γιὰ νὰ συνδεθῆτε.

Λογότυπος τοῦ WordPress.com

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ WordPress.com. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Google. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Εἰκόνα Twitter

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Twitter. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Φωτογραφία στὸ Facebook

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Facebook. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Σύνδεση μὲ τὸ %s σὲ ἐξέλιξη...

%d ἱστολόγοι ἔχουν δηλώσει ὅτι αὐτὸ τοὺς ἀρέσει: