ΤΟ ΜΥΣΤΗΡΙΟ ΤΟΥ ΣΤΑΥΡΟΥ (Ἅγ. Γρηγ. Παλαμᾶς) [B´]

ΑΓ. ΓΡΗΓΟΡΙΟΥ ΠΑΛΑΜΑ
ΟΜΙΛΙΑ ΙΑ´
ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΚΑΙ ΖΩΟΠΟΙΟΝ ΣΤΑΥΡΟΝ. [Β´]

Α´ Μέρος : https://christianvivliografia.wordpress.com/2011/03/26/τὸ-μυστήριο-τοῦ-σταυροῦ-α´/

.         Ἀλλὰ πρὸς μὲν τὸν Ἀβραὰμ μήπω φυγόντα τὴν μετὰ τῶν ἀθέων συναυλίαν, «ἔξελθε», φησίν, «ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς γῆν», οὐχ ἣν ἄν σοι δώσω, ἀλλ᾽  «ἣν ἄν σοι δείξω», ς δι᾽ κείνης λλης γς πνευματικς δεικνυμένης. Πρὸς δὲ τὸν Μωϋσέα μετὰ τὸ φυγεῖν τὴν Αἴγυπτον καὶ τὸ ὄρος ἀναβῆναι, τί φησιν ἡ πρὸς αὐτὸν πρώτη τοῦ Θεοῦ φωνή; «Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου». Ἄλλο τοῦτο τοῦ σταυροῦ μυστήριον, τῷ προτέρῳ προσφυῶς ἑπόμενον (ποὺ ἀκολουθεῖ φυσικὰ τὸ προηγούμενο)· εἰ γὰρ καὶ τῆς Αἰγύπτου, φησίν, ἐξῆλθες καὶ τὴν Φαραὼ θεραπείαν ἀφῆκας καὶ τὸ καλεῖσθαι υἱὸς τῆς θυγατρὸς Φαραὼ παρεῖδες καὶ ὅσον τὸ εἰς σὲ ἧκον (ὅσο ἐξηρτᾶτο ἀπὸ σένα) ὁ κόσμος ἐκεῖνος τῆς πονηρᾶς θεραπείας ἐλύθη καὶ κατήργηται, ἀλλὰ δεῖ σε καὶ προσθεῖναι (πρέπει κάτι νὰ προσθέσεις ἀκόμα). Τί τοῦτο; Λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ἀποθέσθαι τοὺς δερματίνους χιτώνας οὓς ἐνέδυσε καὶ ἐν οἷς ἐνεργεῖ ἡ ἁμαρτία καὶ τῆς ἁγίας ἀποδιαστέλλει (ἀποσπᾶ) γῆς. Λύσαι οὖν τοῦτο τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ταυτὸν δὲ εἰπεῖν (εἶναι τὸ ἴδιο νὰ πεῖς), μηκέτι κατ σάρκα κα τ μαρτία ζθι, λλ καταργηθήτω κα νεκρωθήτω ντικειμένη τ Θε ζω κα τ φρόνημα τς σαρκς κα ν τος μέλεσι νόμος, ντιστρατευόμενος τ νόμ τς μαρτίας, μηκέτι πικρατείτω, μηδ νεργείτω, τ δυνάμει τς θεοπτίας νεκρούμενος. ρ ο τοτό στιν Σταυρός; Σταυρς γρ στι πάλιν, κατ τν θεον Παλον επεν, τ σταυρσαι τν σάρκα «σν τος παθήμασι κα τας πιθυμίαις».
.         «Λῦσαι οὖν, φησί, τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ἡ γὰρ γῆ ἐφ᾽ ἣν σὺ ἔστηκας γῆ ἁγία ἐστιν»· ἐδήλου δὲ αὐτῷ ὁ λόγος τὸν μετὰ τὴν ἐπιφάνειαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μέλλοντα ἐπὶ τῆς γῆς διὰ τοῦ Σταυροῦ ἔσεσθαι ἁγιασμόν. Τότε γὰρ ὁ Μωϋσῆς τὴν τότε μέλλουσαν παρουσίαν τοῦ Χριστοῦ προεώρα (προέβλεψε), πρὸς τὸ μέγα θέαμα ἐκεῖνο βλέπων, τὴν ἐν πυρὶ δροσιζομένην βάτον· ὥστε καὶ ἡ ἐν Θεῷ θεωρία τοῦ Σταυροῦ μυστήριόν ἐστι, τοῦ προτέρου ἐκείνου μυστηρίου μεῖζον. Δύο γὰρ εἶναι ταῦτα καὶ ὁ μέγας Παῦλος καὶ οἱ θεῖοι πατέρες ἡμῶν αἰνίττονται (ὑπαινίσσονται)· ὁ μὲν μὴ μόνον λέγων, ὅτι «ὁ κόσμος ἐμοὶ ἐσταύρωται», ἀλλὰ προστιθείς, ὅτι «κἀγὼ τῷ κόσμω»· οἱ δὲ παραγγέλλοντες ἡμῖν μὴ σπεύδειν ἀναβαίνειν ἐπὶ τὸν σταυρὸν πρὸ τοῦ Σταυροῦ, ς δύο πάντως ντων τν λόγων κα τν μυστηρίων το Σταυρο.
.      Κατὰ μὲν οὖν τ πρῶτον τοῦ Σταυροῦ μυστήριον, ὅπερ ἐστὶν ἡ φυγὴ τοῦ κόσμου καὶ ἡ τῶν κατὰ σάρκα συγγενῶν διάζευξις, εἴπερ πρὸς εὐσέβειαν καὶ τὸν κατ᾽  αὐτὴν ἐμποδίζουσι βίον, καὶ ἡ σωματικὴ ἐργασία, ἣν καὶ πρὸς ὀλίγον ὠφέλιμον εἶναι φησιν ὁ Παῦλος, κατὰ ταῦτα γοῦν ὁ κόσμος ἡμῖν σταυροῦται καὶ ἡ ἁμαρτία, φυγόντων ἡμῶν ἐκ τούτων (ὅταν φύγουμε ἐμεῖς ἀπὸ τὸν κόσμο). Κατὰ δὲ τὸ δεύτερον τοῦ Σταυροῦ μυστήριον, ἡμεῖς σταυρούμεθα τῷ κόσμω καὶ τοῖς πάθεσιν, αὐτῶν φευγόντων ἐξ ἡμῶν (ποὺ φεύγουν αὐτὰ- τὰ πάθη- ὰπὸ μᾶς). Οὐκ ἔνι δὲ τελείως ἐξ ἡμῶν αὐτὰ φυγεῖν, μὴ ἐν ἡμῖν ἐνεργεῖν λογιστικῶς, ἂν μὴ ἐν θεωρίᾳ τοῦ Θεοῦ γενώμεθα· ὅταν γὰρ διὰ τῆς πρακτικῆς προσβῶμεν τῇ θεωρίᾳ καὶ τὸν ἐντὸς ἡμῶν ἄνθρωπον καλλιεργῶμεν καὶ ἀνακαθαίρωμεν, ἀναζητοῦντες τὸν ἡμῖν αὐτοῖς κεκρυμμένον θεῖον θησαυρὸν καὶ ἀναθεωροῦντες τὴν ἐντὸς ἡμῶν οὖσαν βασιλείαν τοῦ Θεοῦ, τότε ἡμεῖς σταυρούμεθα τῷ κόσμω καὶ τοῖς πάθεσι. Θέρμη γάρ τις ἐγγίνεται (δημιουργεῖται) τῇ καρδίᾳ διὰ τῆς μελέτης ταύτης, (…)

, , ,

  1. Σχολιάστε

Ἀπαντῆστε

Συμπληρῶστε κατωτέρω τὰ στοιχεῖα σας ἢ πατῆστε σὲ ἕνα εἰκονίδιο γιὰ νὰ συνδεθῆτε.

Λογότυπος τοῦ WordPress.com

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ WordPress.com. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Εἰκόνα Twitter

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Twitter. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Φωτογραφία στὸ Facebook

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Facebook. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Σύνδεση μὲ τὸ %s σὲ ἐξέλιξη...

%d ἱστολόγοι ἔχουν δηλώσει ὅτι αὐτὸ τοὺς ἀρέσει: